[ ] Att. — Athens — non-stoich. — ca. 330 BC
1            Νεοπτόλεμος
         [Ἀ]ντικλέ[ου]ς
             Μελιτεὺς
            Ἀρτέμιδι.
5          ἐπὶ Χαιρύλλης ἱερείας.
               θεοί.
[Ἡ]γήσιππος Ἡγησίου εἶπεν· δεδόχθαι το[ῖς]
[δη]μότ[α]ις· ἐπειδὴ Νεο[π]τό[λ]εμος Ἀντικλ[έ]-
[ο]υς Μελιτεὺς [λέγων κα]ὶ ποῶν ἀγαθὸ[ν ὅ]
10 [τι δ]ύναται τόν τε δῆμον τὸν Ἀθηναί[ων]
[καὶ] τοὺς δημότας καὶ τῶν ἱερῶν ἐπιμελ[ού]-
[μενος ἁπά]ν̣των [καὶ ν]ῦν τὰ τ̣ῆς [Ἀ]ρτέμ[ι]-
[δος — — — — — — — — — — — — — — — — —] καὶ․․
— — — — — — — — — — — — — — — — — — — — — —
15 — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — —
[— — — — — — ἐστὶ ἀνὴρ ἀγαθὸ]ς περὶ το[ὺς Ἀθ]-
[ηναίους καὶ τὸν δῆμο]ν τὸν Μελιτέω[ν, ἀγαθεῖ]
[τύχει δεδόχθαι τοῖς δημόταις ἐπαινέσαι]
20 [Νεοπτόλεμον Ἀντικλέους] Μελιτέα [καὶ στε]-
[φανῶσαι χρυσῶι στεφάνωι ἀ]ρετῆς ἕνεκα κ[αὶ]
[εὐνοίας τῆς πρὸς τὸν δῆμ]ον τὸν Ἀθηνα[ί]-
[ων καὶ τοὺς δημότας· ἀ]ναγράψαι δὲ τόδ[ε]
[τὸ ψήφισμα] τὸ[ν δήμαρ]χον ἐν στήλει λιθ-
25 [ίνει καὶ στῆσαι ἐν τ]ῶι ἱερῶι τῆς Ἀρτέμ-
[ιδος, ὅπως ἂν καὶ οἱ ἄλλοι] φιλοτιμῶνται πρ-
[ὸς τοὺς δημότας. vac. ]   vac.
Search Help