[ ] Att. — non-stoich. — 46/5 BC — IG II² 1040+1025
IG II(2) 1040+1025 (Reinmuth):
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [πάσ]ας καὶ [τὰς λειτουργίας ἐλειτούργησαν· ἔθυσαν δὲ τά τε Προηρέσια καὶ Μυστήρια]
[κ]αὶ Διονύσι[α παραστήσαντες ὡς κάλλιστα θύματα· ἔθυσαν δὲ καὶ τοῖς Διογενείοις ἐν τῶι]
[τ]εμένει καὶ τὰ[ς ἄλλας θυσίας ἐπετέλεσαν τὰς καθηκούσας ἁπάσας τοῖς θεοῖς]
[ὑ]πέρ τε τοῦ δή[μου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν φίλων καὶ συμμάχων, ἀγγέλλοντες]
5 [κ]αὶ γεγονέναι ἐ[μ πᾶσιν τὰ ἱερὰ καλὰ καὶ σωτήρια· ἐπόμπευσαν δὲ καὶ τῆι Ἀρτέμιδι]
τῆι Ἀγροτέραι ἐ[ν ὅπλοις, ἐποιήσαντο δὲ καὶ τὴν ὑπαπάντησιν τοῖς ἱεροῖς ἐν ὅπλοις]
[κ]αὶ προέπεμψαν α[ὐτὰ καὶ τὸν Ἴακχον ὡσαύτως· ἤραντο δὲ καὶ τοῖς Μυστηρίοις τοὺς βοῦς· ἐπαι]-
δεύθησαν δὲ τῶι [κοσμητῆι πειθαρχοῦντες, νομίσαντες αὐτὸν προνοήσασθαι ἑαυτῶν δι’ ὅ]-
λου τοῦ ἐνιαυτοῦ, ἴσ[ως δὲ καὶ πάντων αὐτῶν τὴν πλείστην σπουδὴν καὶ ἐπιμέλειαν ποι]-
10 ούμενον καὶ προσέτ̣[ι πρὸς ἕνα ἕκαστον αὐτῶν εὔνοιαν προσφερόμενον· ἐφ’ οἷς καὶ αὐτοὶ]
[β]ουλόμενοι εὐχαρ[ιστεῖν αὐτῶι ἐστεφάνωσάν τε αὐτὸν χρυσῶι στεφάνωι καὶ πα]-
[ρ]ακαλοῦσι τὴν [βουλὴν ἐπιχωρῆσαι ἑαυτοῖς ποιήσασθαι γραπτῆς εἰκόνος ἐν ὅπλωι]
ἀνάθεσιν ἐν [τῆι Ἀττάλου στοᾶι(?) καὶ ἐπιγράψαι "οἱ ἐφηβεύσαντες ἐν τῶι ἐπὶ]
Ἀπολήξιδο[ς ἄρχοντος ἐνιαυτῶι τὸν ἑαυτῶν κοσμητὴν Σώστρατον Σωστράτου]
15 Ἁλαιέα ἀρ[ετῆς ἕνεκεν καὶ δικαιοσύνης". τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι]
ἐπιχωρ[ῆσαι τοῖς ἐφήβοις τὴν εἰκόνα Σωστράτου τοῦ Σωστράτου
Ἁλαιέως ποῆ]σαι,
ἵνα [τούτων συντελουμένων ἡ βουλὴ φαίνηται τὴν καθήκουσαν πρόν]οια̣ν πο[ιου]-
[μένη τῆς τῶν ἐφήβων ἀγωγῆς καὶ τιμῶσα τοὺς ἀγαθο]ὺ̣ς τῶν ἀνδρ[ῶν].
20                       vacat
[ἐπὶ — — — ἄρχοντος, ἐπὶ τῆς — — — — — — — — — — — π]ρυτανείας ἧι Ἀνα[— — —]
[— — — — — — — — — — ἐγραμμάτευεν· Βοηδρομι(?)][νο]ς̣ δευτέραι μετ’ εἰκά[δας],
[— — — τῆς πρυτανείας· ἐκκλησία — — — — — — — — — —]· τῶν προέδρων ἐπεψή[φι]-
[ζεν — — — — — — — — — — — · ἔδοξεν τῶι δήμωι]· vacat
25 [— — — — — — — — — εἶπεν· ἐπειδὴ οἱ ἐφηβεύσ]αντες ἐ̣ν τῶι ἐπὶ Ἀπο[λή]-
[ξιδος ἄρχοντος ἐνιαυτῶι διὰ παντὸς τοῦ τῆς ἐφηβείας χρόνου πεποί]ηνται τὴν ἀναστροφὴν
[καλῶς καὶ εὐσχημόνως πειθαρχοῦντες τῶι τε κοσμητ]ῆι καὶ τοῖς παιδευταῖς καὶ π̣[α]-
[ρεδρεύοντες ταῖς ἀκροάσεσι καὶ ταῖς τῶν ῥητόρων καὶ γραμμα]τικῶν σχολαῖς καὶ ἐν τοῖ[ς]
[γυμνασίοις τὴν καθήκουσαν ἀναστροφὴν ποιούμενοι· ἐπι]μ[ε]μέληνται δὲ καὶ τῆς περ̣[ὶ]
30 [τὸ σῶμα γυμνασίας καὶ ἀσκήσεως πολυφροντίστως, ἔτι δὲ] καὶ τῆς ἐν τοῖς ἱππικοῖς
[ἐμπειρίας καὶ τῆς ἐν τοῖς ὅπλοις σπουδῆς φιλοτιμίας καὶ φιλοπ]ονίας οὐδὲν ἐλλείποντε[ς]·
[ἀνέθηκαν δὲ καὶ κατὰ] τ̣ὸ̣ ψ̣[ήφισμα ἐν Πτολεμαίωι βυβλία ἑκα]τόν· ἐπετελέσαντο δὲ καὶ
[τὰς καθηκού]σας [τὰς ἄλλας θυσίας καὶ ἐκαλλιέρησαν ἐμ πάσ]αις· v ἵνα οὖν καὶ ἡ βουλὴ
[καὶ ὁ δῆμος] φαίνων[ται ἀποδεχόμενοι τὴν τῶν ἐφήβ]ων ἀ̣ρ̣ετὴν καὶ πρὸς τὰ
35 [κάλλιστ]α φιλοτιμία[ν, τύχηι ἀγαθῆι δεδόχθαι τῆι βου]λῆι καὶ τῶι δήμωι v ἐπα̣ι-
[νέσαι] τ̣οὺς ἐφήβου̣[ς τοὺς ἐπὶ Ἀπολήξιδος ἄρχοντος καὶ] στεφανῶσαι χρυσῶι στ[ε]-
[φάν]ωι ἐφ’ ἧι̣ πεποίη̣[νται εὐταξίαι καὶ τῆι περὶ τὰ κάλλιστα τ]ῶν ἐπιτηδευμάτων σπουδῆ[ι]
[καὶ] ἀνειπεῖν τὸν στέ[φανον Διονυσίων τραγωιδῶν τῶι κα]ινῶι ἀγῶνι καὶ Παναθηνα[ί]-
[ων] καὶ Ἐλευσινίω̣ν ἐν [τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ἀνα]γορεύσεως τοῦ στεφάνου̣
40 [ἐπ]ιμεληθῆναι τοὺς [σ]τ[ρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιω]τικῶν· v ἐπαινέσαι δὲ κα̣[ὶ]
[τοὺς πα]ιδευ[τὰς αὐτῶν Μητρόδωρον — — — — — — Μυ]ρρινούσιον καὶ Σίμων[α․․]
․․․ν̣ιανοῦ Τ̣ε̣[ιθράσιον καὶ ․․․․․․․․c.21-25․․․․․․․․ Εὐπ]υ̣ρίδη<ν> καὶ Ἀντίοχον Ἡρακ[λεώ]-
την καὶ στεφα[νῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι ἐφ’] ἧ̣ι πεποί<η>νται ἀναστρο[φῆι]·
ἀναγράψαι [δὲ τόδε τὸ ψήφισμα μετὰ τῶν ἄλλων εἰς τὴν αὐ]τὴν στήλη̣ν, ἵνα τούτω[ν συν]-
45 [τ]ελουμένων [ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶντες τοὺς τ]ῶν ἀπὸ τῆ<ς> πρώτης ἡλ[ικίας]
τῶν νέων ἐπι[διδόντας ἑαυτοὺς ἐπὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων καὶ γίνωνται]
καὶ ἕτεροι ζη̣[λωταὶ τῶν ὁμοίων — — — — — — — — — — — — — — — — — — —]
— — — β̣αλλο̣ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
cr 1.47 [ἡ] βουλὴ καὶ ὁ δῆμος
τὸν κοσμητὴν
48a in corona:
49 Σώστρατον
50 [Σωσ]τράτου
[Ἁλ]αιέ[α].
cr 2.52                               οἱ ἔφ[ηβοι]
                            τὸν κ[οσμητὴν]
                           reliquiae coronae
55                               — — — — — —
Search Help
Contact Us