[ ] Att. — 79/8 BC — IG II² 1039
See also:
1              θε[οί].
[ἐπὶ ․․․7․․․]ου ἄρχοντος, στρατηγοῦντος ἐπὶ τοὺς ὁπλίτας Μνασ[έου τοῦ]
Μνασ[έου Βερ]ενικίδου· βουλῆς ψηφίσματα· Βοηδρομι[ῶ]νος ἕκτῃ ἱστα[μένου· ἐ]ν τῶι
Θησε[ίωι ἐκ] σταδ[ίου]· Μνασέας Μνασέου Βερεν[ικίδης] εἶπεν· ὑπὲρ ὧν [ἀπαγγέλλει] ὁ κοσ-
5 μητὴ[ς τῶν ἐφήβ]ων Ἡδύλος Στράτωνος [Λαμπτρ]εύς, ὑπὲρ τῆς θυ[σίας ἧς ἔ]θυσεν
μετὰ [τῶν ἐφήβων ἐ]ν ἀκροπ[όλει, ἐξι]τητ[ήρια τ]ῆι τε Ἀθηνᾶι τῆι Π[ολιάδι καὶ τοῖς] ἄλλοις
θεοῖς [οἷς πάτριον ἦν, ὑπ]έ̣ρ̣ τ[ε τῆς βο]υλῆς κα[ὶ τοῦ] δήμου καὶ [παίδων καὶ γυναικῶν καὶ τῶν]
φίλω[ν καὶ συμμάχω]ν, καὶ γεγον[έναι ἐ]ν πᾶσ[ι]ν [τ][ἱερὰ καλὰ καὶ σωτήρια], ἀγαθῆι τύχηι
[δεδόχθαι τῆι βο]υλῆι τὰ μὲν ἱερὰ [τὰ γεγονό]τα ἐν τ[οῖς ἱεροῖς <δέχεσθαι> ἐφ’ ὑ]γιείαι καὶ σωτηρίαι
10 τῆ[ς βουλῆ]ς καὶ π[αί]δων καὶ γυναι[κῶν καὶ τ]ῶν φίλων κα[ὶ συμμάχων· ἐπαινέ]σαι δὲ τὸν κοσμη-
τὴν [Ἡδύλ]ον Σ[τρ][τ]ωνος Λα[μπ]τρέα κα[ὶ τοὺ]ς ἐφή[βους, καὶ στεφανῶσα]ι ἕκ[αστ]ον αὐτῶν θαλ-
λοῦ σ[τε]φάνωι ἐπὶ τῆι εὐσεβείαι τῆι π[ρὸς τοὺς θεοὺς καὶ] ἐπὶ [τ]ῆι παρ’ ὅλο[ν τὸν ἐνι]αυτὸ[ν]
[σπουδῆι καὶ φι]λοπονίαι περὶ πάντα, [ἵνα τούτων συντελο]υμένων φαίν[ηται ἡ βουλὴ] τιμ[ῶσα]
[το]ὺς [ἀγαθοὺς] τῆς ἐ[πιβαλλούσης αὐτοῖς τιμῆς].
15 ἐπειδὴ π[ρόσοδον ποιησάμενοι οἱ ἔφηβοι οἱ ἐπὶ Ἀπολλοδώρου ἄρχοντος πρ]ὸς τ[ὴν βου]λὴν ἐμφανίζουσι[ν]
τὸν κοσμ[ητ]ὴν Ἡ[δύλον Στράτωνος Λαμπτρέα εὐγ]ενῆ κα[ὶ φιλότι]μ[ο]ν πρὸς [ἑ]αυτοὺς γεγονέναι
καὶ π[ε]φροντικένα[ι — — — — — — — — — — — — — —]ν προτρ[επόμενον ἐπὶ τὰ κάλ]λιστα τῶν ἐπι-
τηδευμάτων καὶ π[αρακαθίζοντα ταῖς τῶν ῥητόρ]ω̣ν [καὶ γραμματικῶν σχολαῖς] καὶ ταῖς γινομέναις
ἀκροάσεσι· ἐπιμεμε[λῆσθαι δὲ καὶ τῆς περὶ τὸ σῶμα γυμνασίας καὶ ἀσκή]σεως, ἔτι δὲ καὶ τῆς ἐν τοῖς
20 ὅπλοις ἐμπειρίας καὶ [φιλοπονίας, τάς τε ἐκ τῶν νό]μων ἀποδ[είξει]ς πεποιῆσθαι καὶ ἐν τοῖς τῶν
εὐεργετῶν ἀγῶσιν [τεθυκέναι ἐν τοῖς καθήκουσι χρόν]οις, καὶ ταῖς γιν[ομέ]ναις λαμπάσ[ι]ν διηγωνίσθαι
[π]οιουμένους καὶ τὴ[ν πρὸς ἀλλή]λο[υς ἅμιλλαν ἐνδ]όξως καὶ ἐπάνδρ[ως], ἔν τε ταῖς φυλακαῖς καὶ
τῶν τ[ε]ιχῶν κ[αὶ τοῦ Π]ειραιέως ἀνελ[λιπῶς π]εποιῆσθαι τῆι πατρίδι τὴν λειτουρ[γία]ν διά τε ἑαυτο[ῦ]
καὶ τῶν π[αιδευτ]ῶν, ὑπερτιθέμεν[ον πᾶσ]αν δύναμιν τῆι πρός τε τοὺς ἐφ[ήβους] καὶ τὴν πό-
25 λι[ν σπουδῆι κα]ὶ φιλοτιμίαι, καὶ πεφρ[οντικ]έναι τοῦ πάντας ἐνόπλ[ο]υς ὑπάρχειν· πεποιῆσ-
θαι [δὲ καὶ δαπ]άνας ἐκ τῶν ἰδίων [ὑπὲρ τῆ]ς ἑαυτῶν τιμῆς, θύοντα ἐν τοῖς γυμνασίοις οἷς κα-
θ[ῆκον ἦν καὶ χρήματα ἱ]κανὰ διδόντα καὶ δ[ωρεὰ(?)]ς πο[ιού]μενον, ὅπως ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε εὐτα-
ξίαι καὶ σώμ[ατο]ς ἐπιμελείαι τοὺς ἐ[θι]σμοὺς π[οιού]μενοι καὶ τυγχάνοντες τῆς περὶ ταῦτα τιμῆς ἐ[ν]
τοῖς καλλί[στοις] ἐθισμοῖς ἀναστρ[έφ]ωνται· δ[ιατ]ετηρηκέναι δὲ αὐτοὺς καὶ ἐν τοῖς βιοτικοῖς [ἀδα]-
30 πάνους, τ[οὺς μὲν προ]υχεῖς καὶ πρ[ὸς τὰ κάλλι]στ[α φι]λοτίμως ἔχοντας συνπροτρεψάμενος [εἰς γυ]-
μνασ[ιαρχίας, τοὺς δὲ] συμμέτ[ρους κουφίσας τῆς ε]ἰς ταῦτα δαπάνης· προνενοῆσθαι δὲ κα[ὶ τῶν]
θυσιῶν [ὧν οἵ τε ἐθισμ]οὶ τῆς π[όλεως καὶ οἱ νόμοι προσέ]τα[ττ]ον, καὶ τεθυκέναι ἐκ τῶν ἰδίων τ[ὰ εἰ]-
σιτητήρια ἐν [— — — — — — — —, ἀνεστ]ράφθαι τε δι’ ὅλου τοῦ ἐνιαυτοῦ ἴσως
κα[ὶ] δικ[αίως καὶ κοινῆι πρὸς πάντας τοὺς ἐφήβους καὶ ἰδίαι πρὸς] ἕνα ἕκαστον αὐτῶν, πατρικὴν προσ-
35 φερόμεν[ο]ν εὔ[νοι]αν· ἐφ’ οἷς καὶ αὐτοὶ β[ουλόμενοι εὐχαριστεῖν αὐτῶι ἐστ]εφάνωσάν τε αὐτὸν ἐν τῆι βου-
λῆι χρυσῶι στεφάνωι καὶ παρακαλοῦσι τὴν βου[λὴν ἐπιχ]ωρῆσα[ι αὐτοῖ]ς ποιήσασθαι γραπτῆς εἰκόνος
[ἐ]ν ὅπλωι ἀνάθεσιν ἐν τ[ῶ]ι ἐν Ἐλευσῖνι ἱερῶι καὶ ἐ[πιγράψ]α̣ι̣ ["οἱ ἐφηβεύσα]ντες ἐν τῶι ἐπὶ Ἀπολλοδώρου
ἄρχοντος ἐνιαυτῶι τὸν [ἑ]αυτῶν κοσμητὴν Ἡδ[ύλον Στράτωνος Λαμπτρ]έα ἀρετῆς ἕνεκεν Δήμητι]
καὶ Κόρηι"· ὁμοίως δὲ καὶ ἑ[τ]έρας ἐν ἄστει, οὗ [ἂν εὔκαιρον ἦι· ἐξεῖναι δὲ α]ὐτοῖς ποιήσασθαι αὐτοῦ κ̣[αὶ]
40 χαλκῆς εἰκόνος ἀνάθεσιν ἐν ἀγορᾶι, πλὴν οὗ [οἱ νόμοι ἀπαγορεύουσιν· τύχηι] ἀγαθῆι δεδόχθαι τῆι
βουλῆι ἐπικεχωρῆσθαι τοῖς [ἐφ]ήβοις στεφάνωι κα[ὶ εἰκόσιν στεφανοῦσθαι τ]ὸν ἑαυτῶν κοσμητὴν
[Ἡ]δύλον Στράτωνος Λαμπτρέ[α ἐ]πὶ τῆι πρὸς αὐτοὺς ε[ὐνοίαι καὶ φιλοτιμίαι, ποιήσα]σθαι δὲ καὶ τὴν ἀνάθε-
[σι]ν τῶν εἰκόνων ἐν οἷς αἰτο[ῦντ]αι τόποι[ς]· ἔτι δὲ κα[ὶ] στῆ[σαι στήλην] ἔχ[ουσ]αν τά τ’ ἑαυτῶν ὀνόματα κα[ὶ]
[τ]ὰ περὶ τούτων ψηφίσματ[α, ἵνα] τούτω[ν σ]υντελουμ[ένω]ν φαίνηται ἡ βουλὴ τιμ[ῶ]σα τοὺς ἀγαθοὺς τῶν
45 [ἀν]δρῶν.
[ἐ]πειδὴ οἱ ἔ[φ]ηβοι οἱ ἐπὶ Ἀ[πολλ]οδώρου ἄρ[χ]οντος [καλῶ]ς καὶ εὐσχημόνως πεπ[οίη]νται τὴν
[ἀ]ν[ασ]τροφ[ὴ]ν διὰ παντὸ[ς] τοῦ τῆς ἐφηβείας χ[ρόνου], πειθαρχοῦντες [τῶι τ]ε κοσ[μ]ητῆι καὶ
[τοῖ]ς παιδευταῖς κα[ὶ παρ]εδρεύοντες ταῖς τ[ῶν φιλο]σόφων σχο[λ]α[ῖς καὶ] τῶι γυμνασίω[ι]
[τ]ὴν καθήκουσαν ἀν[αστρ]οφὴν ποιούμενοι, ἐπιμεμ[έλ]η̣ν[τ]αι δὲ καὶ τῆ[ς περ]ὶ τὸ σῶμα γυμνασί-
50 ας καὶ ἀσκήσεως, ἔ[τι δὲ κ]αὶ τῆς ἐν τοῖς ὅπλοις φ[ι]λοπονίας παρ’ ὅλον τ[ὸν ἐ]νιαυτὸν σπουδῆ[ς]
καὶ φιλοτιμίας ο[ὐδὲν ἐλλεί]ποντες· ἐπο[ιήσ]αντο δὲ τὴν φυλακὴν τοῦ τε [ἄσ]τεως καὶ τοῦ Πειρα[ι]-
έως κατὰ τ[ὰ παραγγελλόμ]ενα ὑπό τε τοῦ κοσμητοῦ καὶ τῶν στρατηγῶν· [ἔ]τι δὲ καὶ τὰς ἐπὶ τὴν χώ-
ραν ἐξό[δο]υς κα[τὰ τὸ δυνατὸν] πάν[τ]α πράττοντες μεθ’ ὁμονοία[ς]· τάς τε τῶν ἡγουμένων ἐγδοχὰ[ς]
ἐπετ[έλ]εσαν με[τὰ πάση]ς προθυμίας· διαφυλάττοντες δὲ καὶ τὴν [π]ρὸς τοὺς θεοὺς εὐσέβειαν τά[ς]
55 [τε πομπ]ὰς σ[υν]έπεμψαν τῆι πόλει πάσας καὶ τὰς λειτουργίας ἐλειτ[ο]ύργησαν· ἔθυσαν δὲ τὰ Προη[ρ]-
έσια καὶ Μυστήρια καὶ Πειραῖα καὶ Διονύ[σ]ια, παραστήσαντες ὡς κάλ[λιστ]α θύματα· ἔ[θ]υσαν δὲ καὶ τοῖς
Διογενείοις ἐν τῶι τεμένει καὶ τὰς ἄλλας θυσίας ἐπετέλεσαν [τὰς καθ]ηκούσας καὶ ἐκαλλιέρη-
σαν ἐμ πάσαις· ἔθυσαν δὲ καὶ τὰ Σύλλει[α] κα[ὶ ἐκ]αλλιέρησαν, ὁμ[οίως δὲ κα]ὶ τὰ ἐξιτητήρια ἐν ἀκρο-
πόλει, τῆι τε Ἀθηνᾶι τῆι Πολιάδι καὶ τῆι Κουρ[οτρό]φωι καὶ τῆι Πανδρόσ[ωι κα]ὶ ἐκαλλιέρησαν· [ἵ]να οὖν κα[ὶ]
60 ἡ βουλὴ φαίνηται ἀποδεχομένη τὴν τῶν ἐ[φήβω]ν ἀρετὴν καὶ πρὸς τὰ κ[α]λὰ φιλοτιμίαν, τύχηι ἀγαθ[ῆι]
δεδόχθαι τῆι βουλῆι ἐπαινέσαι τοὺς ἐφήβο[υς τ]οὺς ἐπὶ Ἀπολλοδώρου ἄρχοντος καὶ στεφανῶσαι
χρυσῶι στεφάνωι, ἐφ’ ἧι πεποίηνται εὐταξί[αι κ]αὶ τῆι περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων σπο[υ]-
δῆι, καὶ ἀνειπεῖν τὸν στέφανον Διονυσίων [τῶν μεγά]λων τῶι καινῶ[ι ἀγῶνι] καὶ Παναθηναίων καὶ Ἐ-
λευσινίων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δ[ὲ ἀναγορε]ύσεως τοῦ [στεφάνο]υ ἐπιμεληθῆναι τὸν στρ[α]-
65 τηγὸν καὶ τὸν κήρυκα τῆς ἐξ Ἀρείου Πά[γου βουλ]ῆς· ἐξεῖναι δὲ [αὐτοῖς ποι]ήσασθαι κ[αὶ τὴν τοῦ]
π[ί]νακος ἀνάθεσιν ἐν ὧι ἂν εὔκαιρον ἦι τόπωι· ἀ[ναγρά]ψαι δὲ τόδε τὸ ψ[ήφισμ]α μετὰ τῶν [ἄλλων εἰς τὴν]
[αὐτ]ὴν στήλην, ἵνα τούτων συντελουμένων φαίν[ηται ἡ β]ουλὴ τιμῶσ[α τοὺς] ἀπὸ τῆς πρώτης [ἡλ]ικίας τῶ[ν]
[νέω]ν ἐπιδιδόντας ἑαυτοὺς ἐπὶ τὰ κάλλιστα τῶν [ἐπιτηδευμά]τω[ν, γίν]ωνται δὲ καὶ ἕτεροι ζ[η]λωταὶ τῶ[ν]
[ὁμοί]ων.
70
col. I.77 Ἀριστεὺς Νικομήδου Παμβωτάδης
Καλ[λ]ίστρ[α]τος Νουμηνίου Λαμπτρεύς
89 Θεμιστοκλῆς Ἀρναίου Φι[λαίδης]
90 ․ηνόδωρος Ζήνων[ος Ἐρχιε(?)]ύς
Φιλωνίδης — — — — — — — — — — — — — — — — — —
       [Πανδιονίδος]
col. II.83          Οἰνεῖ[δ]ος
Ἀρίσται[χ]μος Φιλωτ[ά]δου Φυλάσιος
85
87 Ἐπιγένης Δίου Μελιτ[ε]ύς
Ξένων Δίου Μελιτ[εύς]
90 ․ερ — — — — — — ίδου Μελιτ[εύς]
96 [— — — — — — — — — — — Δ]α̣ιδ̣[αλίδης]
99 [Ἀ]ριο[βαρζάνη]ς καὶ Ἀριαράθης
100
col. III              in corona:
70              [ἡ βουλ]
                [τοὺ]ς
             [ἐφήβου]ς
         [Ἱπποθωντίδος]
80 Γ̣ — — — — — — — — — — — — — — — — — — — — —
Π̣ — — — — — — — — — — — — — — — — — — — — —
86 Ἀλέξανδρος Θε[․c.5․ Ἀζ]ηνιε[ύς]
118 [— — — δ]ωρ[ος — — — — — — — — — — —]
col. IV.83 — — — — — — — — — — — — — — — ου Θοραιεύ[ς]
88 [Νι]κίας Φ̣[ιλ]οξένου Σουνιεύς
Search Help
Contact Us