[ ] Att. — Athens — 129/8 BC — LSS 36,14
A SEG 21.694 (A):
1             Ἀπόλλωνιος Ἡρακλεώτης ηὔλει
             Κλεινίας Ἀθηναῖος ἐδίδασκε.
                      vacat
B SEG 21.469 (B):
1 ἐ̣π̣ὶ̣ Λυ[κίσκ]ο̣υ̣ [ἄ]ρ̣χ̣ο̣[ν]τ̣ο̣ς̣, [ἐπὶ τ]ῆ̣ς̣ Κ̣ε̣κρ̣[οπ]ίδος̣ ἐ̣ν̣ά̣[τ]η̣[ς] π̣ρ̣υ̣[τα]-
ν[εί]α̣ς̣ [ἧι] Ἡ̣γ̣․․․․10․․․․νο[υ] Β̣ερ̣ε̣ν̣ι̣κ̣ίδης [ἐγραμμάτευεν]
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
                     lacuna
C SEG 21.469 (C):
1              ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Ξε[ν]ο[φῶν] Σωπατρίδου Σουνιεὺς εἶπεν· ἐπειδὴ πάτριόν
[ἐ]στ[ιν καὶ ἔ]θος τῶι δήμωι τῶι Ἀθηναίων καὶ ὑπὸ τῶν προγόνων
π[α]ραδε[δ]ομένον περὶ πλείστου ποεῖσθαι τὴν πρὸς τοὺς θεοὺς
5 [εὐσέβειαν] καὶ διὰ ταῦτα πολλα<ῖ>ς <πεζαῖς> καὶ ἐπὶ ναυσὶ στρατεί<αι>ς τὴν
κλε[ιν]οτάτων ἔργων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εὐδοξία[ν]
κ̣α̣ὶ̣ [εὐλογίαν κέκτ]ηνται ἀρχόμενοι δι̣ὰ̣ π̣αντὸς ἀπὸ <τοῦ Διὸς τοῦ> Σωτῆρος
[τῆς π]ρὸς τοὺς θεοὺς ὁσιότητος, ὑπάρχει δὲ καὶ ὁ Ἀπόλλων ὁ Πύθιος
ὢν τοῖς Ἀθηναίοις Πατρῶιος καὶ ἐξηγητὴς τῶν ἀγαθῶν, ὁμοίως δὲ
10 καὶ κοινῆι σωτὴρ πάντων τῶν Ἑλλήνων ὁ τῆ̣ς Λ̣η̣τ̣ο̣ῦ̣ς̣ καὶ τοῦ Διὸς
[υἱός, τούτ]ο[υ] δὲ διὰ τῶν χρησμῶν προσ[τ]ε[ταχ]ότος αὐτοῖς λ̣[ι]τ̣α̣ν̣[εῦ]-
[σ]α[ι τὸν] θεὸν τὸν ἐπικαλούμενο{υ}ν {²⁶ἐπικαλούμενον}²⁶ Πατρῶιον καὶ ποιουμένους τὰς
[πατρί]ου[ς θυσί]ας ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων τοῖς τοῦ ἐνιαυτοῦ
[καιροῖς τῶι Ἀπ][λ]λωνι [θ]ύοντας ὡς πάτριόν ἐστι τῶι δήμωι ∶ δι’ ὧν
15 πρ[όσοδ]ον ποιησάμενος πρὸς τὴν βουλὴν Τίμαρχος Σφήττιος ταμίας
βουλῆ[ς τούς τε] χ[ρησμ]οὺς καὶ τὰ ὑπάρχοντα ἀνενεώσατο τ[ίμ]ια
πρ[ῶ]τον δ[ιὰ νόμων τεταγμέν]<α> τῶι θεῶι· ὅπως οὖν ἥ τε βουλὴ καὶ ὁ δῆμος
φαίνωνται οὐ μόνον διοτηροῦντες τὰ πάτρια, ἀλλὰ καὶ προσ̣επ̣[αύ]ξο̣ν̣<τες>
τάς τε θυσίας καὶ τὰς τιμὰς καλῶς καὶ εὐσεβῶς, ἵνα καὶ παρὰ τῶν θεῶ[ν]
20 κτήσωνται τὰς καταξίας χάριτας, ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλε[ῖ]
τοὺς λαχόντας προέδρους̣ εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρημ̣ατίσαι περὶ
τούτ[ων], γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ
τεῖ βουλε[ῖ] τὰ [μὲ]ν [ἄλλα π]ρ[ά]τ[τε]ιν τῶι Ἀπόλλωνι κατὰ τοὺ<ς> ἀπὸ τ․․․․․του
χρησμού<ς>, θ̣ῦ̣σ̣α̣ί τ’ ἐπὶ τοῖς προεψηφισμένοις ὑπὲρ αὐτοῦ τόν [τ]ε βασιλέα
25 τόν τε ἄρχοντα καὶ τὸν [κα]θ’ ἕκαστον ἐνιαυτὸν ἐσόμενον καὶ τοὺς <στρ>ατηγούς,
{καὶ τοὺς στρατηγούς}, ἐ[πιτελ]έσαι τάς τε θυσίας καὶ τὰς πομπὰς τὰς ἐν τῆι Θαργη-
λίων ἑορ[τῆι] ἐ̣ν̣ Κ̣ήποις καθ’ ἔ[τος] ἀγομένου<ς> ἱε[ρεῖ]α ὅτι κάλ[λ]ι[σ]τ[α] καὶ ἐπὶ τὸ̣ ἑξ[ῆ]ς πέμ-
π̣<ε>ιν ΛΥ̣․․․․Κ̣Ρ̣Α̣ΤΟΝΔ̣Ε̣Ο̣․․․Ν̣Ε̣Ι̣Ν̣Τ̣Ε̣Κ̣Α̣Ι̣Η̣ΕΠΙΤΩ̣Ν̣ — — — — — — — — — — — — — — — —
Ἑλλήνω[ν] ․․․․․․․․․․ΟΛΙΝΥΕΙΠΑ̣ΝΤΑΣΤΟΙΣ — — — — — — — — — — — — — — — — — —
30 ΤΑΜΕ̣Ι̣․․․․․․․․․․․․․․․․․․․․․․αν ταῦτα σύμπαντα ὁ μὲν ἐπὶ τοῦ [τ]α̣[μιεί]-
ου γενόμε[ν]ος ․․․․․․․․․․․․․․ΤΗ․․Ο̣Ι̣Η̣․ΙΤΟΥ — — — — — — — — — — — — — — — — — — Θ̣ΕΝΤΑΣΕ̣Η̣ — — —
ΕΧ․․․․․․․․․․․․․․․․․․τοντα θυσά̣ν̣[τω]ν̣ τ̣ε̣ οἱ ἱερεῖς καὶ αἱ ἱέρειαι <κ>α̣ὶ δ[όν]τ̣ω̣ν̣ ΟΙ-
ΚΗ․Α̣Τ̣Ι̣․․․․․․․․Α̣Γ̣Α̣Ι̣Σ̣ τ[ι]θέτωσαν ἐπὶ τ̣ῶ̣ν̣ β̣ω̣μ̣ῶ̣ν̣ καὶ εὐ̣χέ[σθ]ωσαν· Θαργη-
λίοις τ̣ε̣ ε̣ἴ̣π̣α̣ν̣τ̣ε̣ς̣ τ̣ὰ̣ς̣ εὐχὰ̣ς̣ πομπευέ̣τ̣ω̣σ̣α̣ν̣ ὁ μ̣[ὲ]ν ἱερεὺς τοῦ Ἀπόλλωνος
35 τοῦ Π̣υθ̣ίο[υ κα]ὶ οἱ ἐξηγηταὶ καὶ οἱ ἄλ[λ]ο[ι] ἱερεῖς καὶ οἱ ἐ[ν]νέα ἄρχοντες καὶ ὁ ἱερο[φάν]-
της καὶ ὁ [δαιδ]ο̣[ῦ]χος καὶ οἱ μετὰ τούτ̣ω̣ν̣ ἥ̣κ̣οντες καὶ οἱ ἀγωνοθέται [τοῦ]
[ἀγ]ῶ̣ν̣[ος τοῦ πρ]ὸς τοῦ Πυθίου τε<λουμέν>ου κα̣ὶ̣ ο̣ἳ̣ ἂ̣ν̣ χο[ρ]η[γ]οὶ [ὦσιν καὶ] ο̣ἱ ἱεροποιο[ὶ καὶ]
ΟΙ․Λ̣Η̣Γ̣․․․․․․․․․․․Ι̣Η̣Η̣․․Λ̣․․Ε̣Ν̣Α̣ΙΑ̣Ν̣Ε̣Ρ̣Χ̣Ο̣Ν̣Τ̣Α̣ΙΑΤ․․․Λ̣Ι̣Λ̣Ο̣Ν̣Κ̣Α̣Ι̣ — — — — — — — — — — — —
                vss. sex non legendi
45 τη․ βου — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ατων ἐπὶ
τῶν ε [— — — — — — — — — — — — — αἱ δὲ παρθένοι φερέτω]σ̣[α]ν τὸ ἱερὸν κα-
νοῦν [τῶι θεῶι — — — — — — — — — — — — — — —][τ]α̣ν̣ κατὰ τὰ πάτρια ἀφέσι-
μοι ἡ̣μ[έραι — — — — — — — — — — — — — — — — — — — — —] καὶ τὸν κοσμη-
τὴν καὶ π̣[— — — — — — — — — — — — — — — — τῶι] Ἀπόλλωνι τῶι Ἀλεξικάκωι·
50 ὁμοίως δὲ καὶ [ἀνίεσθαι ἀπὸ τῶν ἔργων τοὺς οἰκέτας] καὶ τοὺς δημοσίους πάν-
τας {καὶ} λειτουργείας ἀπ̣[ὸ πάσης· v] θυέ[τωσαν ὁ βασιλ]εὺς καὶ ὁ ἱερεύς καὶ ὁ κῆρυξ
τῆς ἐξ Ἀρείου Πάγου βου[λῆς καί οἱ θεσμοθέται] κατὰ τάδε· ὁ μὲν ἱερεὺς
τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ἐπιμελέσθω [τῆς καθηκ]ούσης θυσίας ἐν [Κήπ]οις
ἐπὶ τοῦ Πυθίου τ<έλ>ειαν σῦν <παραστήσας> καὶ τῶι τε Ἀ[πόλλωνι τῶι Ἀ]λεξικάκωι, καὶ τῶι Πατρώιωι
55 βοῦν, καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι <βοῦν, λαμ>[βάνων τὰς] αὐτὰς μερίδας καθὰ καὶ πρότερον·
 καὶ ὁ ταμίας δὲ τῶν στρατιωτικῶν ἀπὸ τῶν τοῦ ἔτ[ου]ς προσόδων θυέτω βοῦν
 ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων [καὶ παί]δων καὶ γυναικῶν καὶ ὑπὲρ τοῦ δήμου τοῦ
Ῥωμαίων καὶ διδότω τὸ θῦ̣μα τοῖς ἱεροπο[ιοῖς· θυέ]τω<σαν> δὲ καὶ οἱ ταμίαι τῶν σιτω-
νικῶν καὶ ὁ ταμίας τῆς βουλῆς, θυέτω[σαν δὲ κ]αὶ οἱ πρυτάνεις οἳ ἂν τυνχάνωσιν
60 πρυτανεύοντες τὸ ἐξαμηνιαῖον [πάν]τες, [ἀ]ποδότω δ̣ὲ̣ ὁ ταμίας τῶν στρατιωτικῶν
εἴς τε τὴν θυσίαν καὶ τὴν πομπήν· ὁμοίως [δ]ὲ καὶ οἱ θεσμοθέται π[άν]τες καὶ οἳ ἂν μ̣έλ-
<λ>[ωσιν θ]ε[σμ]οθέτα[ι] ε[ἶναι πάντες] καὶ οἱ — — — — — — — — — — — — — —
ει․․․․․ωσι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us