[ ] Epidauria — Epidauros — ca. 165 AD
1 ἄνθετο μέν μ’ Ἐπίδαυρος Ἀριστείδαο Φίλιππον
Περγαμόθεν θείας κοίρανον ἱστορίας·
ἀγλάϊσαν δ’ Ἕλλανες, ἐπεὶ πολεμόγραφον αὐδὰν
 ἔκλαγον ἁμερίων κόσμον ἐπερχόμενος.
               {²nota
5   ἐγὼ παντοίων παθέων καὶ ξυνεχέος ἀλλη-
  λοφονίης ἀνά τε τὴν Ἀσίην καὶ τὴν Εὐρώ-
  πην καὶ τὰ Λιβύων ἔθνεα καὶ νησιωτέων
  πόλιας καθ’ ἡμέας γεγενημένων v ὁσίῃ
  χειρὶ τὴν περὶ τῶν καινῶν πρήξεων ἱσ-
10   τορίην ἐξήνεγκα ἐς τοὺς̣ Ἕλληνας,
—————
11   ὅκως καὶ δι’ ἡμέων μανθάνοντες, ὁκό̣-
  σα δημοκοπίη καὶ κερδέων ἀμετρησίη
  καὶ στάσιες ἐμφύλιοι καὶ πιστίων
  καταλύσιες γεννῶσιν κακά, παρατη-
15   ρήσει παθέων ἀλλοτρίων ἀπενθήτους
  ποιέωνται τὰς τοῦ βίου διορθώσιας.
Search Help
Contact Us