[ ] Att. — 122/1 BC — IG II² 1006 + 2485 + frgs.
IG II(2) 1006+.69-76 (Meritt):
69                                                 ὑπ[ὲρ] τῆς ἐλευθε-
70 ρίας· ἤγαγεν δὲ καὶ εἰς [τὸ Ἀμφιάρ]αον καὶ ἱστορήσαν[τες τὴ]ν γεγ[ονε]ῖαν τοῦ ἱεροῦ [ἀπὸ ἀρχ]αίω[ν] χρόνων ὑπὸ [τ]οῦ δήμου προστασίαν κ[αὶ] θύσαντες
ἀπῆλθον αὐθημερεὶ εἰς [τὴν ἑ]αυτῶν χώραν· ἀπέπ[λ]ευσεν δὲ κα[ὶ] ἐπὶ τρόπ[αιον καὶ] ἔθυσεν [τ]ῶι Διὶ τῶι Τ[ροπ]αίωι· ἐποιήσατο δὲ καὶ ἁμίλλας
τῶν πλοίων ἐν ταῖς γ[ενομέ]ναις ἐΠειραι]εῖ θυ[σ]ίαις τε καὶ πομπαῖς· ἔ[πλευσε]ν δὲ καὶ εἰς [Σ]αλαμῖνα τ[οῖ]ς Αἰαντείοις καὶ πομπεύσας καὶ
θύσας τῶι Αἴαντι ἐπη[ινέθη κα]ὶ ἐσ[τεφανώθη ὑπ]ὸ τῶν τὴν νῆσον [κατοικού]ντων ἐπὶ τῶ[ι] εὐτάκτ[ως] καὶ εὐσχημόνως πεποιῆσθαι τὴν
ἐπιδημίαν· ὑπαπήντ[ησεν δὲ καὶ τ]ο[ῖς ἱεροῖς καὶ] πάλιν προέπ[εμψεν αὐτά,
75 ὁμοίως] δὲ καὶ τῶι Ἰάκχωι· συνετέ[λ]εσεν δὲ τάς τε πομπὰς καὶ τὰς
λαμπάδας· ἐποιήσατο δ[ὲ καὶ τοὺς] ἐν τοῖς γυμνασ[ί]οις δρόμους, [τοῖς τε φίλοις καὶ σ]υμμάχοις Ῥωμα[ί]οις ἐποιήσατο τὰς ἀπαντήσεις· παρέπεμψε δὲ καὶ
τὴν Παλλάδα Φαληροῖ κἀ[κεῖθεν συνεισή]γαγεν μετὰ φωτός, ὁμοίως [δὲ καὶ τὸν Διόνυσο]ν συνεισήγαγ[ε]ν εἰς τὸ θέατρον· κτλ.
IG II(2) 1006+.88-116 (Meritt):
88 τοὺς ἐν ὅλωι τῶι ἐνιαυτῶι καλοκαγαθίαν καὶ εὔνοιαν· [ἔδωκεν] δὲ κ[αὶ τ]ὰς εὐθύνας [κα]τὰ τὸν νόμο[ν· ἵ]να οὖν καὶ ἡ βουλὴ [καὶ] ὁ δῆμος φανε-
ροὶ γίνων[τ]αι τιμ[ῶν]τες καταξίως τοὺς φιλαγαθοῦντας τ[ῶν κοσμ]ητῶν καὶ ἄρχοντας δικαίως καὶ κατὰ το[ὺ]ς νόμους καὶ ἀποδε[ικ]νυμένους τὴν
90 εἰς ἑαυτοὺς εὔν[οιαν], γίνωνται δὲ κα[ὶ] ἄλλοι ζηλωταὶ τῶ[ν αὐτῶν], ἀγαθῆι τύχηι δεδόχθα[ι] τῆι βουλῇ τοὺς λαχόντας προέδρο[υς] εἰς τὴν ἐπιοῦ-
σαν ἐκκλησίαν χ[ρ]ηματίσαι περὶ τούτων, γνώμην δὲ [ξυμ]β[άλλ]εσθαι τῆς [βου]λῆς ε[ἰ]ς τὸν δῆμον ὅτι δο[κε]ῖ τῆι βουλ[ῆι] ἐπαινέσαι τὸν κοσ-
μητὴν τῶν ἐφήβ[ω]ν τῶν ἐπὶ Δημητρίου ἄρχοντος Διονύσιο[ν Σ]ωκρά[του Φυλά]σιον καὶ στεφανῶσαι χρυσ[ῶι] στεφά[ν]ωι κατὰ τὸν νόμον
ἀρετῆς ἕνεκεν κ[αὶ δ]ικαιοσύνης ἣν ἔχων διε[τ]έλεσεν εἴς τ[ε τὴν βουλὴν κ]αὶ τὸν δῆμον, καὶ ἀνειπ[εῖν] τὸν στέ[φ]ανον τοῦτον Διονυσί-
ων τε τῶν ἐν ἄστ[ει] καινοῖς τραγῳδοῖς καὶ Παναθηναίων καὶ Ἐλευ[σινίων τοῖς γυμνικ]οῖς [ἀγῶσιν· τῆς δὲ ἀ]ναγορε[ύ]σεως τοῦ στεφάνου ἐπι-
95 μεληθῆναι τοὺς [στρ]ατηγούς· ἐπικεχωρῆσθαι δὲ Διονυσίωι καὶ τ[ὴν ἀνάθεσιν τῆς εἰκόνος ποιήσασθαι ἧι ἐστεφάνω]σαν αὐτὸν οἱ ἐφηβεύσαντες οὗ
μὴ οἱ νόμοι ἀπαγορ[εύου]σιν· εἶναι δὲ αὐτῶι καὶ ἄλλο ἀγαθὸν [εὑ]ρέσθ[αι παρὰ τοῦ δήμου οὗ ἂν] δοκῇ ἄξιος εἶναι· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισ[μ]α τὸν γραμματέα τὸν κατὰ πρυτα[νείαν ἐν στήλαις λιθίναις δυσὶν καὶ στῆσαι μ]ίαν μὲν ἐν ἀγορᾶι, τὴν δὲ ἑτέ-
ραν οὗ ἂν ἐπιτήδειον εἶναι φαίνηται· [ε]ἰς δὲ τὴν [ἀν]αγ[ρ]αφὴν [καὶ τὴν ἀνάθεσιν τῶν στηλῶν τὸ γενό]μενον ἀνάλωμα μερίσαι
τὸν ταμίαν τῶν στρατιωτικῶν.      vacat
cr 1.100 ἡ βουλὴ ὁ δῆμος
τὸν κοσμητὴν
101a  in corona:
102 Διονύσιον
Σωκράτου
Φυλάσιον.
cr 2.100 ἡ βουλὴ ὁ δῆμ[ο]ς
100a   in corona:
101 τοὺς [ἐφήβους].
cr 3.100 ἡ βουλὴ ὁ [δ]ῆμος
τὸν κοσμητὴν
101a  in corona:
102 Διονύσιον
Σωκράτου
Φυλάσιον.
cr 4.100 [coronae pars tantum exstat]
cr 5.100 [οἱ ἔφηβοι(?)]
101a  in corona:
101 [τὸν κοσμη]τὴν
[Διο]νύσιον
Σωκράτου
[Φ]υλάσιον.
col. VI.100 [ὁ δ]ῆμος τὸν κοσμητὴν
101a  in corona:
101 Διονύσιο[ν]
Σωκράτου
Φυλάσιον
καὶ τοὺς
105 ἐφήβους
cr 7.100 ἡ βουλὴ ὁ δῆμος
101a  in corona:
101 τοὺς
[ἐφήβ]ου[ς].
col. I-III.107 οἱ ἐφηβεύσαντες [ἐπὶ Δημη]τρίου ἄρχ[οντ]ος
col. I.108       Ἐρεχθεῖδος
Ἀντίπατρος Ἀντιπάτρου Λαμπτρεύς
110 Χαρίδημος — — — #⁷ρου ἐκ Κηδῶν
Φιλόνικος — — — —υ Λαμπτρεύς
Νουμήνιος Ἑρμίου Λαμ[πτρε]ύς
Ἀρχίας [Ἀπ]ολλωνίου Κηφισιεύ[ς]
Ἐπιγέ[νη]ς Ἐπιγένου Φηγούσιος
115 Ἀντιφ․․․ς Στεφάνου Κηφισιεύς
Αἰγεῖδος
Μεν[έμα]χος Κραταιμένου Φιλαΐδ[η]ς
— — — —ος Διογένου ἐκ Κολων[οῦ]
        κτλ.
col. V.107 [Ἀπο]λλώνιος Διονυσίου Παλλην[εύς]
[Θ]εότιμος Αἰσχρίωνος Σημαχίδ[ης]
[Σ]αραπίων Δημητρίου Ἀναφλύστ[ιος]
110 [Ἡρ]άκλειτος Καλλικλέους Π̣— — —
Ἀττα[λ]ί̣[δος]
[Στρ]ατοκλ[ῆς  — — — — — — — — —]
Search Help
Contact Us