[ ] Epidauria — Epidauros — ca. 1st c. AD
1 ἁ πόλις τῶν Ἐπιδαυρίων Γναῖον
Κορνήλιον Σωδάμου υἱὸν Νικά-
ταν, ἱερέα τοῦ Σεβαστοῦ Καίσα-
ρος δίς, ἀγωνοθετήσαντα πρῶ-
5 τον τὰ Ἀπολλωνίεια καὶ Ἀσκλα-
πίεια κτίσαντά τε τ̣[ὰν] Καισα-
ρείων πανάγυριν καὶ ἀγῶνας
καὶ πρῶτον ἀγωνοθετήσαντα,
ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας
10     τᾶς εἰς αὐτάν.
Search Help
Contact Us