[ ] Epidauria — Epidauros — 2nd/1st c. BC
1 ἁ πόλις τῶν Ἐπιδαυρίων ἀνέθηκε Σωκράτη
Σωκράτεος τοῦ Ἀπολλωνίου Ἐπιδαύριον
νικάσαντα παῖδας μὲν Ἀσκλαπίεια ἵππιον,
Νέμεα̣ ἵπ̣πιον, ἄνδρας δὲ Λύκαια δίαυλον καὶ
5 ὁπλίταν, Ἐλευθέρια τὰ ἐμ Πλαταιαῖς ἵππιον
Ἀλέαια δίαυλον, Πυθάεια καὶ Ῥώμαια τὰ ἐμ Μεγά-
ροις ἵππιον καὶ ὁπλίταν, Δῖα καὶ Αἰάντεια̣ [κα]ὶ Ῥώ-
μαια τὰ ἐν Ὀποῦντι δίαυλον, Ποσείδαια [καὶ] Ῥώ-
μαια τὰ ἐν Ἀντιγονείαι δίαυλον.
Search Help
Contact Us