[ ] Att. — stoich. 36 — 274/3 — IG II² 683 Add. (pt. 1.2 p. 664)
1 θεοί.
ἐπὶ Ἱέρωνος ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος ἕκ-
της πρυτανείας, ἧι Φαινύλος Πανφίλου Ὀῆθεν
ἐγραμμάτευεν· Ποσιδεῶν[ο]ς ὑστέρου τρίτηι ἐ-
5 πὶ δέκα, δευτέραι καὶ τριακοστεῖ τῆς πρυταν-
είας· ἐκκλησία· τῶν προέδρων ἐπεψήφιζεν v Πο-
σείδιππος Κτησικλέους Χολαργεὺς καὶ συμπ-
ρόεδροι· vv ἔδο[ξ]εν τῆι βουλεῖ καὶ τῶι δήμωι· v
Θρασυφῶν Ἱεροκλείδου Ξυ[πε]ταιὼν εἶπεν· ἐπε-
10 ιδὴ οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτο-
νηθέντες τὸν ἐνιαυτὸν τὸν ἐπὶ Πολυεύκτου ἄ-
ρχοντος τάς τ[ε θ]υσίας ἔθυσαν ὅσαι καθῆκον ἐ-
ν τῶι ἐνιαυτ[ῶι τῆι τ]ε Δήμητρι καὶ τῆι Κόρει κ-
[αὶ] τοῖς ἄ[λλοις θεοῖ]ς, οἷς πάτριον ἦν, ὑπέρ τε τ-
15 [ῆς] βουλῆ[ς καὶ τοῦ δή]μου τοῦ Ἀθηναίων καὶ παί-
[δων καὶ γυναικῶν καὶ] τοῦ βασιλέως Ἀντιγόνο-
[υ — — — — — — — — — — — — — —]
Search Help
Contact Us