[ ] Att. — stoich. 43 — 275/4
1 [ἐ]πὶ Πολυεύκτου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρ-
[υ]τανείας, v ἧι Χαιρεφῶν Ἀρχεστράτου Κεφαλῆθεν ἐγρα-
[μ]μάτευεν· Ἐλαφηβολιῶνος ἐνάτει μετ’ εἰκάδας, τριακο-
[σ]τεῖ τῆς πρυτανείας· vv ἔδοξεν τῶι δήμωι· v Κύβερνις Κ-
5 [υδ]ίου Ἁλιμούσιος εἶπεν· v ἐπειδὴ τὸ κοινὸν τὸ τῶν Αἰτ-
[ωλ]ῶν ἀποδεικνύμενον τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν
[ἐψ]ήφισται τὸν ἀγῶνα τὸν τῶν Σωτηρίων τιθέναι τῶι Δι-
[ὶ τ]ῶι Σωτῆρι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι ὑπόμνημα τῆ-
[ς μ]άχης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς ἐπισ-
10 [τ]ρατεύσαντας ἐπί τε τοὺς Ἕλληνας καὶ τὸ τοῦ Ἀπόλλωνος ἱε-
ρὸν τὸ κοινὸν τῶν Ἑλλήνων, ἐφ’ οὓς καὶ ὁ δῆμος ἐξέπεμπε-
[ν] τούς τε ἐπιλέκτους καὶ τοὺς ἱππεῖς συναγωνιουμέν-
[ους] ὑπὲρ τῆς κοινῆς σωτηρίας, v καὶ περὶ τούτων τὸ κοι-
[νὸν] τῶν Αἰτωλῶν καὶ ὁ στρατηγὸς Χαρίξενος ἀπεστάλκ-
15 [ασι πρὸς τ]ὸν δ[ῆμο]ν πρεσβείαν τὴν διαλεξομένην ὅπως
[ἂν ἀποδέχηται ὁ δῆμος τ][ν ἀ]γ[ῶ]ν[α, τὸμ] μὲν μουσικὸν ἰσο-
[πύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσονέ]μεον v ταῖ[ς]
[τε ἡλικίαις καὶ ταῖς τιμαῖς — — — — — — — — — — — — — —]
Search Help