[ ] Mys.: Mittlerer Makestos, S. — Pamukcu — 209 v.Chr. — EA 10,1987,7-9 [SEG 37,1010]
I.1 Φιλώτας Βίθυχ]αίρειν· τῆς παρὰ Ζεύξιδος
γραφείσης πρὸς ἡμᾶς ἐπιστολῆς ὑπὲρ τῶν
κατὰ Νικάνορα κατακεχόρισθαί σοι τὸ ἀν-
τίγραφον· σύνταξον οὖν συντελεῖν
5 κ̣αθότι ἐπέσταλται·
       ἔρρωσο· γρʹ, Ἀρτεμισίου κʹ.
        vacat
II.7 Ζεῦξις Φιλώται χαίρειν·
εἰ ἔρρωσαι, τ̣όδε̣ [εὖ] ἂ̣ν̣ εἴη· καὶ α̣[ὐ]τοὶ δὲ
ὑγιαίνομεν· τοῦ γραφέντος πρὸς
10 ἡμᾶς προστάγματος παρὰ τοῦ βα-
σιλέως ὑπὲρ Νικάνορος τοῦ ἐπὶ τοῦ
κ̣[ο]ι̣τ[ῶ]νος ὑπογέγραπταί σοι τὸ ἀντί-
γρ[αφο]ν· κα[λῶς] ἂν οὖν ποιήσαις συν-
[τά]ξας [ἐπακ]ολου[θ]ήσαντας τοῖς
15 [ἐπισταλ]εῖσ̣[ι]ν̣ συντελεῖν ὥσπερ οἴ-
[ε]ται δεῖν·   [γ]ρʹ, Ἀρτεμισίου γʹ
        vacat
III.17 βασιλεὺς Ἀν̣τ̣ί̣ο̣χος    vacat
Ζεύξιδι χ̣[αίρειν Νικάνορα
τὸν ἐπὶ τοῦ κ̣ο̣ι̣τ̣[ῶνος] ὄντα τῶν
20 φίλ[ων δ]ι̣ὰ τ̣ὸ̣ [․․]ν̣[․4․․]ρίνειν ἐν τιμῆι
[καὶ πίστε]ι̣ Τ[․]Ν[․․․9-11․․․] συντε-
[θρα]μμένον ἡμ̣ῖ̣ν [πεποι]ῆσθαι ἀποδεί-
[ξ]εις ἐκτεν̣ε̣ῖς [τ]ῆ̣ς̣ αὑτοῦ πίστε-
[ω]ς καὶ εὐνοίας, [ἠβουλό]μεθα μὲν
25 ἀ̣πολῦσαι [․․]ν[․]μ[․․․․]να ἀξίως
τῶν προγεγρα̣μ̣μ̣[έν]ω̣ν̣ [․․․]ΤΕΥΧ[․1-2․]
[․]ΩΝ παρ’ ἡμῶν φιλανθρώπων οὐχ ὑ̣[πο]-
μ̣ένοντος δια[․․․․ ἐ]φ̣’ ἕτερα προσ[με]-
ρισθῆναι, ἀποδεδε[ίχα]μεν ἐν τῆι ἐ[πέ]-
30 κεινα τοῦ Ταύρου ὥσπερ αὐτὸς ἠ-
ξίωσεν ἀρχιερέα τῶν ἱερῶν πάν-
των, πεπεισμένοι καὶ διὰ τὸ ἦθος
ἐξάξειν τά τε κατὰ τὰς θυσίας καὶ
τὰ λοιπὰ ἀξίως̣ τ̣ῆς ἡμετέρας
35 σπουδῆς, ἣν ἔχ̣ο̣μεν περὶ ταῦτα,
προαιρούμενοι αὔξειν ὥσπερ προσ-
ῆκόν ἐστιν· ὠιόμεθα δὲ δεῖν εἶναι αὐ-
τὸν καὶ ἐπὶ τῶν ἱερῶν καὶ τὰς προσό-
δους τούτων, καὶ τἆλλα διεξάγεσ-
40 θαι ὑπ’ αὐτοῦ καθὰ καὶ ἐπὶ τοῦ πάπ-
που ἡμῶν ὑπὸ Δίωνος· σύνταξον
οὖν συνεργεῖν αὐτῶι εἰς τὰ προσ-
ή̣κοντα τοῖ̣ς̣ προδ̣ε̣δηλωμένοις·
καταχωρίζειν δὲ αὐτὸν καὶ ἐν ταῖς
45 συγγραφαῖς καὶ ἐν τοῖς ἄλλοις
χρηματισμοῖς οἷς εἴθισται· καὶ τῆς
ἐπιστολῆς τὸ ἀντίγραφον ἀνα-
γράψαντας εἰς στήλας λιθίνας
ἐχθεῖναι ἐν τοῖς ἐπιφανεστά-
50 τοις ἱεροῖς·
       γ̣ρʹ, Δ̣[ύσ]τ̣[ρ]ου κγʹ.
Search Help
Contact Us