[ ] Mys.: Kyzikene, L. Dascylitis, S. — Eski Manyas? [Ab: Kyzikos? / Poimanenon?] — 1.Jh.v.Chr. — AM 9,1884,28-34
1 — — [ὁ ἀ]να— — —
— ε]ν ἐπίσχεο — — —
δῶνα ἀνα— — με— — —
καὶ τοὺς ἄ[λλου]ς [π]ο[λίτας] — — —
5 αὐτῶν ἐπὶ [διασ]άφησ[ιν — —]ΥΔΙ— — —
κήρυκ[ος — —] δημοσ[ίᾳ?] τὸ πρᾶ[γμα? — — — Δη]-
μήτ]ιον Οἰνιάδ[ου] ἀρ[ετῆς ἕ]ν[εκεν καὶ εὐνοίας] — — —
στεφανοῦσθαι δὲ αὐτὸν καὶ ἐν τοῖς — — —μένοις Ι̣ΥΛ̣Ι̣ — — —
τῶν Ῥ[ω]μαίω̣ν [ἀ]να̣γο[ρ]ε[ύ]οντος̣ [τ]οῦ κ[ήρυκο]ς ὅτι [ὁ] δῆμος στεφανοῖ [Δημή]-
10 τριον Οἰνιάδο[υ π]ά̣[σ]η̣ς ἀ[ρ]ετῆς ἕ̣νε̣[κεν ὁμ]οίως δὲ στεφανοῦσθαι αὐτὸν καὶ
ἐν τοῖς κατ’ ἐνιαυτὸν τιθεμ[έ]νο[ις εὐχ]αριστηρίοις ἀγῶσιν Ἡρώοις τῷ πάπ-
πωι αὐτοῦ Ἀσκληπιάδηι τῶι οἰκ̣[ίστηι καὶ τ]οῖς συναγωνισαμένοις αὐτῶι κατ’ Ἀ-
λεξανδρεία<ν> ἐν τῶι [κα]τ[ὰ — — — — πο]λ[έ]μῳ μετὰ τὰς τοῦ πατρὸς αὐτοῦ
καὶ τοῦ θείου στεφανώσε[ις ἀναγ]ο<ρ>ε[ύοντ]ος [τ]οῦ κήρυκος ὅτι ὁ δῆμος στεφανοῖ
15 Δημήτριον Οἰνιάδου τοῦ Ἀσκληπιάδου πάσης γενόμενον ἄξιον τιμῆς τῆι
πατρίδι, ἀνατεθῆναι δὲ αὐτῶι εἰκ[όνα τελείαν] γραπτὴν ἐν ὅπλωι
ἐπιχρύσωι καὶ [ἄγ]αλμα μαρ[μάριν]ον [ἐν τ]ῶι τοῦ Ἀσκληπιοῦ καὶ Ἀπόλλωνος ἱερῶ[ι]
ὕφ’ ἃ ὑπογράψαι ὅτι ὁ δῆμος Δημήτριον Οἰνιάδου τοῦ Ἀσκληπιάδου διὰ τ<ῆ>ς
ἔκ τε αὐτοῦ καὶ τῶν προγόνων εἰς τὴν πόλιν εὐεργεσίας· ἀνατεθῆναι
20 δὲ καὶ στήλην [λε]υκὴ[ν λιθ]εία<ν> πρὸ τοῦ γυμνασίου ἐν τῆι κατασκευ-
αζομένηι στοᾷ [τῷ δήμ]ωι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Διονυσίου τοῦ
Οἰνιάδου ἐκ τοῦ ἰδίου βίου ἐφ’ ἣν ἐν τῆι συντελουμένῃ ὑπὸ τοῦ δή-
μου καταδρομῆι τοῦ πατρὸς αὐτοῦ Οἰνιάδου τοῦ Ἀσκληπιάδου
Text-Lücke
25 ἀγομένοις κατ’ ἐνιαυτὸν ὑπὸ τῶν ἀρχόντων τοῦ γυμνασίου ἀπὸ τοῦ
Ἡρῴου, τοὺς δὲ νέους καὶ ἐφήβους καὶ παῖδας τὴν ἐσομένην στεφάνω-
σιν αὐτοῦ π<α>ρ<απ>έ<μ>[πειν] καὶ ἐπισημοῦσθαι ἀναγορεύοντος τοῦ κήρυκος
ὅτι ὁ δῆμος στεφανοῖ Δημήτριον Οἰνιάδου τοῦ Ἀσκληπιάδου τῆς διὰ
προγόνων εὐ[ν]ο[ί]α̣[ς] εἰς τὸν δῆμον ἕνεκεν, ποιουμένου τὴν ἐπιμέλειαν
30 τῆς ἀναγορεύσεως τοῦ στεφάνου τοῦ κατ’ ἐνιαυτὸν γυμνασίαρχου,
ἀναγραφῆναι δὲ εἰς τὴν στ[ήλην κα]ὶ ἀντίγραφον τοῦδε τοῦ ψηφίσ-
ματος, τὸ [δὲ] ψήφισμα [εἶναι ὑπὲρ τῆς σ]ωτηρίας τῆς πόλεως.
Search Help
Contact Us