[ ]
Mys.: Kyzikene, Propontisküste — Çalışkan? — 1.Jh.v.Chr. — JHS 24,1904,21-22 Nr.4
1 | Ζεὺς Χαλάζιος Σώζω̣[ν]. |
ἐ̣πὶ Δ̣ιον[υσί]ου | |
2a | {²Relief}² |
3 | Θρακιοκωμῆται τῷ θεῷ τὴν στήλλην καθι- |
έρωσαν ὑπὲρ εὐκαρπίας καὶ ἀβλαβίας τῶν καρπῶν | |
5 | καὶ ὑπὲρ ὑγιείας καὶ σωτηρίας τῶν γεοκτειτῶν καὶ |
τῶν συνερχομένων ἐπὶ τὸν θεὸν καὶ κατοικούντων | |
Θρακίαν κώμην· | |
Μειδίας Στράτωνος τῷ θεῷ καὶ τοῖ[ς κω]μήταις | |
διοικήσας πρῶτος τὴν στήλλην ἐκ τῶν ἰδίων ἐπαν- | |
10 | γειλάμενος ἀποκατέστησεν. |