[ ] Mys.: Kyzikene, Propontisküste — Edincik — noch 2.Jh.v.Chr. — IK 18,516
1               Μαιανδρίης τῆς Βακχίου.
Φερσεφόνα, τί φίλεργον ἀπέσπασες ἀνδρὸς ἀπ’ εὐνῆς,
ἄκριτον ἐς θνατοὺς ἁλικίαν θεμένα,
εἰκοσέτιν· τᾷ κάλλος ἀφώρισε Κύπρις ἐν ἀστοῖς,
5 ἀλλὰ Τύχη σκολιοῖς δόγμασιν ἠντίασεν·
οὕνεκεν ἀλλοδαπὰν Μαιανδρίη ἤλυθε γαῖαν,
ἀνδρὶ φιλοστόργους δεικνυμένα χάριτας·
ἀνθ’ ὧν μοι τὸ μνῆμα πόσις κτίσεν, οὕνεχ’ ἅμ’ αὐτῶι
ἔγδημος γενόμαν, πατρίδα λειπομένα·
10 Φερσεφόνας δὲ ἀδίαυλον ὑπὸ στυγερὸν δόμον ἦλθον,
παυσιπόνῳ Λάθας λουσαμένα πόματι.
About
Search Help