[ ] Phokien — Delphi: Halle der Chariten [Aa, Af: Kyzikos] — Anth.Gr. VI 342
1 ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους
 στυλίδα, τᾶς πρώτας τοῦθ’ ὑπόδειγμα τέχνας·
ταύταν γὰρ πρώταν ποτ’ ἐμήσατο Παλλὰς Ἀθάνα,
 τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν,
5 οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν
 Κύζικος ἅδ’ ἱρᾷ πρῶτον ἐν Ἀσιάδι.
δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος
Δελφίδα γᾶν, Φοίβῳ τάνδ’ ἐνέπουσα χάριν.
Search Help
Contact Us