[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.10
1 | φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου |
ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν· | |
ἃ τὸν ἀπ’ Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸν | |
ὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον· | |
5 | στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ, |
γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην. |