[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 2./3.Jh.n.Chr.? — Anth.Pal. VII 334/335; IK 18,534
A.1 νηλεὲς ὦ δαῖμων, τί δέ μοι καὶ φέγγος ἔδειξας
 εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;
ἦ ἵνα λυπήσῃς δι’ ἐμὴν βιότοιο τελευτήν
 μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,
5 ἥ μ’ ἔτεχ’, ἥ μ’ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρός
 φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;
ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι
 κάλλιπεν, ἣ δ’ ἐπ’ ἐμοὶ πάντας ἔτλη καμάτους·
ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ’ ἁγνῶν ἡγεμονήων
10  ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις·
ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος
 ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας·
οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε
 δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης
15 τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα
 μητρὸς Πωλίττης πένθος ἀεξόμενον
Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα
 ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.
B.19 Πωλίττα, τλῆθι πένθος, εὔνασον δάκρυ·
20 πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες· ——
ἀλλ’ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον,
οὐ μητέρων σέβοντας ἡδίστην θέαν· ——
τί περισσὰ θρηνεῖς, τί δὲ μάτην ὀδύρεαι;
εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί.
Search Help
Contact Us