[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 280/79-276/75 v.Chr. — JHS 22,1902,193-5 Nr.3; OGIS 748]
1 τάδε ἔδωκεν Φιλέταιρος
Ἀττάλου δωρεὰν τῶι δήμωι·
ἐπὶ Γοργιππίδου τοῦ Ἀπολλωνίου
I(PPA/RXEW EI)S A)GW=NAS A)RGURI/OU
5 τάλαντα Ἀλεξάνδρεια εἴκοσιν
καὶ εἰς φυλακὴν τῆς χώρας ἵππους
πεντήκοντα·
ἐπὶ Βουφαντίδου, πολεμηθείσης
τῆς χώρας, ἀτέλειαν τῆς λείας
10 καὶ τῶν λοιπῶν ὧν ἀπεσκεύασαν
καὶ βοῶν ὧν ἀγοράσαντες
ἐκ τῆς αὐτοῦ ἐξηγάγοντο·
ἐπὶ Φοίνικος φυλακὴν τῆς χώρας
καὶ τὰ ἀναλώματα τὰ εἰς ταύτην γινόμενα·
15 ἐπὶ Ποσειδῶνος εἰς ἔλαιον καὶ [σ]υναγω[γὴν]
τῶν νέων ἀργυρίου τάλαντα Ἀλεξάνδρεια
εἴκοσιν ἕξ·
ἐπὶ Διομέδοντος ἐν τῶι πολέμωι
τῶι πρὸς τοὺς Γαλάτας γ[ενομένωι]
20 πυρῶν μεδίμνους [— — — — — — καὶ]
[κρι]θῶν μεδίμνους [
[ὑπη]ρετικὸν δω[
     κ]ατασκευὴν̣ [
     ]ιο․․σο[— —]στη[
25         ]․․․[
         ]δ[
         ]σκ[
Search Help
Contact Us