[ ] Mys.: Kyzikene, Kapu Dağ — Hamamlı [Ab: Kyzikos] — 2. Viertel 1.Jh.n.Chr. — ZPE 29,1978,213-228 [SEG 28,953]
1 ὁ δῆμος
καὶ οἱ πραγματευόμενοι ἐν τῇ πόλει
Ῥωμαῖοι
Ἀπολλωνίδα Προκλέους διά τε τὴν
5 τῶν γονέων καὶ τὴν τοῦ ἀνδρὸς ἀρετὴν
καὶ τὴν ἴδιον αὐτῆς σωφροσύνην·
[— — — — — — — — — — — — — — — — —] Στρατίου
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]ΤΟΣ
10 [— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]#⁷ΟΤΟΣ
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]#⁷ΟΥΜΕΝ
15 [— — — — — — — — — — —]Ο̣ΤΟΣ
[— — — — — — — — — — —] π̣ολλάκις
[— — — — πρεσβεύσαντος πρὸς το]ὺς ἡ[γεμόνας
[— — — — — — — — — — —] καὶ αὐτοῦ
[— — — — — — — — — σ]τ̣εφανηφορίαις
20 [— — — — — — — — ἀποδ]εδειγμένου, βίον τε
[— — — — — — — —] δημοκρατικώτατον
[— — — — — — — — μ]η̣τρὶ σωφρονεστάτῃ
[— — — — — — — — —]δι τῇ Καβηρίδου
[θυγατρί — — — — — — διὰ] παντὸς χρόνου
25 [— — — — — — — γυναῖκ]α οὐ μόνον φιλανδροτάτην
[ἀλλὰ καὶ — — — — — — τῶ]ν ποτε γυναικῶν
[— — — — — — — — —]#⁷ΟΝΟΙΣ καὶ ἐν οἷς
[— — — — — — — — —] ἀνανκαιοτάτοις
[καιροῖς — — — — — —]σα καὶ ἐπιδοῦσα
30 [— — — — — — — — —]νους καὶ παραμύθιον
[— — — — — — — — —] κοινὴν ἐλπίδα τίθεται
[— — — — — — — — —] τ̣αύτης ἄχθεται μὲν
[— — — — — — — — — π]ένθος, οἶται δὲ δεῖν
[— — — — — — — — — τ]οῦ ἀνδρὸς καὶ τῶν τέκνων
35 [— — — — — καὶ εἰς ἀμοι]βὴν τῆς περὶ ἐκείνην ἀρετῆς
[— — — — — —]Λ̣․Α̣․․․· v ἐφ’ οἷς συνδραμὸν
[εἰς — — — τὸ τῆς] π̣όλεως [π]λ̣ῆθος προσέταξε
[τοῖς ἄρχουσι πᾶσι τὰ]ς προσηκούσας αὐτῇ, τειμὰς εἰσηγήσασθαι·
[δι’ ἃ δὴ δεδόχθαι τῷ δήμῳ]· π̣ενθῆσαι μὲν πανδημεὶ πάντας
40 [τοὺς κατοικοῦντας τὴν] π̣όλιν ἄνδρας τε καὶ γυναῖκας,
[κλεισθῆναί τε τὰ ἱερ]ὰ καὶ τὰ τεμένη καὶ πάντας τοὺς
[ναοὺς — — — — μέχρι] τῆς ἐκκομιδῆς, ἀκολουθῆσαί τε
[τῇ κηδήᾳ τοῦς πρυτανεύ]ο̣ντας καὶ τοὺς ἐπωνύμους
[ἄρχοντας καὶ τούς τε] π̣αῖδας καὶ ἐφήβους καὶ τοὺς πολείτας
45 [καὶ τοὺς ἐλευθέρους ἄνδρα]ς̣ τῆς πόλεως πάντας, ὁμοίως δὲ
[καὶ τὰς παρθένους] κ̣αὶ τὰς πολείτιδας καὶ τὰς λοιπὰς
[τὴν πόλιν κατοικούσας ἐλευ]θ̣έρας γυναῖκας·
καὶ ἐπειδὴ τὴν ἐν τοῖς κάλλεσιν ἐκκομιδὴν ἔχει συνκεχωρημένην,
δεδόσθαι αὐτῇ καὶ ἐνταφὴν ἐν τοῖς προγονικοῖς τοῦ ἀνδρὸς
50 αὐτῆς μνήμασιν τοῖς οὖσιν ἐπὶ τοῦ μεγάλου λιμέν[ο]ς·
τοὺς δὲ πρυτάνεις τοὺς πρυτανεύοντας τὸν μῆνα τὸν Ἀνθεστηριῶνα
στεφανοῦν αὐτὴν ἀνὰ πᾶν ἔ[το]ς ἐν τοῖς Ἀνθεστηρίοις τῇ δωδεκάτῃ
καὶ τῇ, τρισκα̣[ιδ]ε̣κάτῃ χρυσῷ στε[φά]νῳ, ἀνανγέλλοντος τοῦ ἱεροκήρυκος
μετὰ τοὺ̣[ς προ]τε[τ]ε̣ιμημένους v "ὁ δῆμος στεφανοῖ Ἀπολλωνίδα Προκλέους
55 διά τε τὴν τῶν γονέων καὶ τὴν τοῦ ἀνδρὸς ἀρετὴν
καὶ τὴν ἰδίαν αὐτῆς σωφροσύνην ἀϊδίῳ τῷδε τῷ στεφάνῳ"·
κατασκευάσαι δὲ αὐτῆς καὶ ἀγαλματοθήκην ἐν τῷ Χαριτησίῳ,
εἰσερχομένων ἐκ τῆς ἱερᾶς ἀγορᾶς ἐν δεξιᾷ, ἐν ᾗ καὶ ἀναστῆσαι
αὐτῆς ἄγαλμα· v ἐπεὶ δὲ καὶ τὴν ἱερωσύνην εἶχεν τῆς Ἀρτέμιδος
60 τῶν Πυθαϊστρίδων, εἰς μαρτυρίαν τῆς περὶ τὰ ἱερὰ αὐτῆς εὐσεβήας
τῇ ἑβδόμῃ τοῦ Ἀρτεμεισιῶνος ἀνὰ πᾶν ἔτος, ὅταν συνελθῶσιν
εἰς τὸ Χαριτήσιον αἵ τε ἱέρηαι καὶ αἱ Πυθαϊστρίδες κ(α)ὶ αἱ ἱεροποιοί,
στεφανοῦν αὐτῆς τὸ ἄγαλμα· v ἵνα δὲ καὶ τῆς σωφροσύνης αὐτῆς
ὑπόμνημα ἐνφανὲς ᾗ πάσῃ τῇ πόλει, ἀνατεθῆναι αὐτῆς ἄγαλμα
65 ἐν ἐνὶ τῶν οἰκημάτων τῆς τετραγώνου ἀγορᾶς ἐν τῇ στοᾷ
τῇ ἀπὸ τῆς ἀνατολῆς, τῷ ὄντι μεταξὺ τοῦ τε τῶν τειμητῶν ἀρχήου
καὶ τοῦ ἀγορανομίου, κοσμηθέντι δὲ αὐτῷ χρῆσθαι εἰς τὸν ἀεὶ χρόνον
ἀρχήῳ τόν τε κοσμοφύλακα καὶ τοὺς ἀεὶ κοσμοφυλακήσοντας·
τοὺς δὲ ἀπογραφομένους πρὸς τὸν κοσμοφύλακα τὰς τῶν γάμων
70 συντελήας στεφανοῦν ἐπάνανκες τὸ ἔν τῷ ἀρχήῳ καθιερωμένον
Ἀπολλωνίδος [ἄγαλμα· v ἀναστῆσαι δὲ αὐτῆς]
καὶ ἄλλα ἀγάλμ̣[ατα, — — — — — — — —]
Ἀφροδείτης τῆς [— — — — — — — — —]
ἐν τῷ ναῷ τῆς Ἀρτ[έμιδος — — — — — —]
75 καὶ ἀνδριάντα ἐν τ[— — — — — — — — —]
τόπῳ ταῖς νενεικηκυίαις̣[— — — — — — — — —]
αὐτὴν ὑστερεῖν ΤΕ[— — — — — — — —]
καὶ συνγενίσιν δεδ[όσθαι — — — — — — —]
ἐν τῷ τεμένει τῆς Ἀ[— — — — — — —]
80 ἀνδριάντα ἐπίχρυσ[ον ἀναστῆσαι ἐν ᾧ ἂν]
οἱ προσήκοντες αὐτ[ῆς προαιρῶνται τόπῳ]·
ὑπό τε τὰ (ἀ)γάλματ̣[α ἐπιγραφὴν ἀναγράψαι τήνδε]·
"ὁ δῆμος καὶ οἱ πραγμ̣[ατευόμενοι ἐν τῇ πόλει]
Ῥωμαῖοι Ἀπολλων[δα Προκλέους διά τε τὴν τῶν]
85 γονέων καὶ τὴν τοῦ ἀ[νδρὸς ἀρετὴν καὶ τὴν ἴδιον]
αὐτῆς σωφ(ρ)οσύνην"· [v ἀναγράψαι δὲ καὶ τὸν ταμίαν]
ἐπὶ τὸ μνημῆον τόδε [τὸ ψήφισμα v τὸ δὲ ψήφισμα]
εἶναι περὶ φυλακῆς [τῆς πόλεως].
Search Help
Contact Us