[ ]
Mys.: Kyzikene, Kapu Dağ — Hamamlı [Ab: Kyzikos] — 2. Viertel 1.Jh.n.Chr. — ZPE 29,1978,213-228 [SEG 28,953]
| 1 | ὁ δῆμος |
| καὶ οἱ πραγματευόμενοι ἐν τῇ πόλει | |
| Ῥωμαῖοι | |
| Ἀπολλωνίδα Προκλέους διά τε τὴν | |
| 5 | τῶν γονέων καὶ τὴν τοῦ ἀνδρὸς ἀρετὴν |
| καὶ τὴν ἴδιον αὐτῆς σωφροσύνην· | |
| [— — — — — — — — — — — — — — — — —] Στρατίου | |
| [— — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — —]ΤΟΣ | |
| 10 | [— — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — —]#⁷ΟΤΟΣ | |
| [— — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — —]#⁷ΟΥΜΕΝ | |
| 15 | [— — — — — — — — — — —]Ο̣ΤΟΣ |
| [— — — — — — — — — — —] π̣ολλάκις | |
| [— — — — πρεσβεύσαντος πρὸς το]ὺς ἡ[γεμόνας | |
| [— — — — — — — — — — —] καὶ αὐτοῦ | |
| [— — — — — — — — — σ]τ̣εφανηφορίαις | |
| 20 | [— — — — — — — — ἀποδ]εδειγμένου, βίον τε |
| [— — — — — — — —] δημοκρατικώτατον | |
| [— — — — — — — — μ]η̣τρὶ σωφρονεστάτῃ | |
| [— — — — — — — — —]δι τῇ Καβηρίδου | |
| [θυγατρί — — — — — — διὰ] παντὸς χρόνου | |
| 25 | [— — — — — — — γυναῖκ]α οὐ μόνον φιλανδροτάτην |
| [ἀλλὰ καὶ — — — — — — τῶ]ν ποτε γυναικῶν | |
| [— — — — — — — — —]#⁷ΟΝΟΙΣ καὶ ἐν οἷς | |
| [— — — — — — — — —] ἀνανκαιοτάτοις | |
| [καιροῖς — — — — — —]σα καὶ ἐπιδοῦσα | |
| 30 | [— — — — — — — — —]νους καὶ παραμύθιον |
| [— — — — — — — — —] κοινὴν ἐλπίδα τίθεται | |
| [— — — — — — — — —] τ̣αύτης ἄχθεται μὲν | |
| [— — — — — — — — — π]ένθος, οἶται δὲ δεῖν | |
| [— — — — — — — — — τ]οῦ ἀνδρὸς καὶ τῶν τέκνων | |
| 35 | [— — — — — καὶ εἰς ἀμοι]βὴν τῆς περὶ ἐκείνην ἀρετῆς |
| [— — — — — —]Λ̣․Α̣․․․· v ἐφ’ οἷς συνδραμὸν | |
| [εἰς — — — τὸ τῆς] π̣όλεως [π]λ̣ῆθος προσέταξε | |
| [τοῖς ἄρχουσι πᾶσι τὰ]ς προσηκούσας αὐτῇ, τειμὰς εἰσηγήσασθαι· | |
| [δι’ ἃ δὴ δεδόχθαι τῷ δήμῳ]· π̣ενθῆσαι μὲν πανδημεὶ πάντας | |
| 40 | [τοὺς κατοικοῦντας τὴν] π̣όλιν ἄνδρας τε καὶ γυναῖκας, |
| [κλεισθῆναί τε τὰ ἱερ]ὰ καὶ τὰ τεμένη καὶ πάντας τοὺς | |
| [ναοὺς — — — — μέχρι] τῆς ἐκκομιδῆς, ἀκολουθῆσαί τε | |
| [τῇ κηδήᾳ τοῦς πρυτανεύ]ο̣ντας καὶ τοὺς ἐπωνύμους | |
| [ἄρχοντας καὶ τούς τε] π̣αῖδας καὶ ἐφήβους καὶ τοὺς πολείτας | |
| 45 | [καὶ τοὺς ἐλευθέρους ἄνδρα]ς̣ τῆς πόλεως πάντας, ὁμοίως δὲ |
| [καὶ τὰς παρθένους] κ̣αὶ τὰς πολείτιδας καὶ τὰς λοιπὰς | |
| [τὴν πόλιν κατοικούσας ἐλευ]θ̣έρας γυναῖκας· | |
| καὶ ἐπειδὴ τὴν ἐν τοῖς κάλλεσιν ἐκκομιδὴν ἔχει συνκεχωρημένην, | |
| δεδόσθαι αὐτῇ καὶ ἐνταφὴν ἐν τοῖς προγονικοῖς τοῦ ἀνδρὸς | |
| 50 | αὐτῆς μνήμασιν τοῖς οὖσιν ἐπὶ τοῦ μεγάλου λιμέν[ο]ς· |
| τοὺς δὲ πρυτάνεις τοὺς πρυτανεύοντας τὸν μῆνα τὸν Ἀνθεστηριῶνα | |
| στεφανοῦν αὐτὴν ἀνὰ πᾶν ἔ[το]ς ἐν τοῖς Ἀνθεστηρίοις τῇ δωδεκάτῃ | |
| καὶ τῇ, τρισκα̣[ιδ]ε̣κάτῃ χρυσῷ στε[φά]νῳ, ἀνανγέλλοντος τοῦ ἱεροκήρυκος | |
| μετὰ τοὺ̣[ς προ]τε[τ]ε̣ιμημένους v "ὁ δῆμος στεφανοῖ Ἀπολλωνίδα Προκλέους | |
| 55 | διά τε τὴν τῶν γονέων καὶ τὴν τοῦ ἀνδρὸς ἀρετὴν |
| καὶ τὴν ἰδίαν αὐτῆς σωφροσύνην ἀϊδίῳ τῷδε τῷ στεφάνῳ"· | |
| κατασκευάσαι δὲ αὐτῆς καὶ ἀγαλματοθήκην ἐν τῷ Χαριτησίῳ, | |
| εἰσερχομένων ἐκ τῆς ἱερᾶς ἀγορᾶς ἐν δεξιᾷ, ἐν ᾗ καὶ ἀναστῆσαι | |
| αὐτῆς ἄγαλμα· v ἐπεὶ δὲ καὶ τὴν ἱερωσύνην εἶχεν τῆς Ἀρτέμιδος | |
| 60 | τῶν Πυθαϊστρίδων, εἰς μαρτυρίαν τῆς περὶ τὰ ἱερὰ αὐτῆς εὐσεβήας |
| τῇ ἑβδόμῃ τοῦ Ἀρτεμεισιῶνος ἀνὰ πᾶν ἔτος, ὅταν συνελθῶσιν | |
| εἰς τὸ Χαριτήσιον αἵ τε ἱέρηαι καὶ αἱ Πυθαϊστρίδες κ(α)ὶ αἱ ἱεροποιοί, | |
| στεφανοῦν αὐτῆς τὸ ἄγαλμα· v ἵνα δὲ καὶ τῆς σωφροσύνης αὐτῆς | |
| ὑπόμνημα ἐνφανὲς ᾗ πάσῃ τῇ πόλει, ἀνατεθῆναι αὐτῆς ἄγαλμα | |
| 65 | ἐν ἐνὶ τῶν οἰκημάτων τῆς τετραγώνου ἀγορᾶς ἐν τῇ στοᾷ |
| τῇ ἀπὸ τῆς ἀνατολῆς, τῷ ὄντι μεταξὺ τοῦ τε τῶν τειμητῶν ἀρχήου | |
| καὶ τοῦ ἀγορανομίου, κοσμηθέντι δὲ αὐτῷ χρῆσθαι εἰς τὸν ἀεὶ χρόνον | |
| ἀρχήῳ τόν τε κοσμοφύλακα καὶ τοὺς ἀεὶ κοσμοφυλακήσοντας· | |
| τοὺς δὲ ἀπογραφομένους πρὸς τὸν κοσμοφύλακα τὰς τῶν γάμων | |
| 70 | συντελήας στεφανοῦν ἐπάνανκες τὸ ἔν τῷ ἀρχήῳ καθιερωμένον |
| Ἀπολλωνίδος [ἄγαλμα· v ἀναστῆσαι δὲ αὐτῆς] | |
| καὶ ἄλλα ἀγάλμ̣[ατα, — — — — — — — —] | |
| Ἀφροδείτης τῆς [— — — — — — — — —] | |
| ἐν τῷ ναῷ τῆς Ἀρτ[έμιδος — — — — — —] | |
| 75 | καὶ ἀνδριάντα ἐν τ[— — — — — — — — —] |
| τόπῳ ταῖς νενεικηκυίαις̣[— — — — — — — — —] | |
| αὐτὴν ὑστερεῖν ΤΕ[— — — — — — — —] | |
| καὶ συνγενίσιν δεδ[όσθαι — — — — — — —] | |
| ἐν τῷ τεμένει τῆς Ἀ[— — — — — — —] | |
| 80 | ἀνδριάντα ἐπίχρυσ[ον ἀναστῆσαι ἐν ᾧ ἂν] |
| οἱ προσήκοντες αὐτ[ῆς προαιρῶνται τόπῳ]· | |
| ὑπό τε τὰ (ἀ)γάλματ̣[α ἐπιγραφὴν ἀναγράψαι τήνδε]· | |
| "ὁ δῆμος καὶ οἱ πραγμ̣[ατευόμενοι ἐν τῇ πόλει] | |
| Ῥωμαῖοι Ἀπολλωνί[δα Προκλέους διά τε τὴν τῶν] | |
| 85 | γονέων καὶ τὴν τοῦ ἀ[νδρὸς ἀρετὴν καὶ τὴν ἴδιον] |
| αὐτῆς σωφ(ρ)οσύνην"· [v ἀναγράψαι δὲ καὶ τὸν ταμίαν] | |
| ἐπὶ τὸ μνημῆον τόδε [τὸ ψήφισμα v τὸ δὲ ψήφισμα] | |
| εἶναι περὶ φυλακῆς [τῆς πόλεως]. |