[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — Ende 1.Jh.v.Chr. — CIG 3657
1 ἐπὶ Ἡγησίου· Ἀρτεμισιῶνος τετράδι φθίνοντος· ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ·
Ἀσκληπιάδης Διοδώρου Αἰγικορεὺς μέσης ἐπὶ Μενεσθέως εἶπεν· ἐπεὶ Ἀρίστανδρος
ὁ Ἀπολλοφάνου φησὶν τὰς συντελούσας τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ
καὶ τὰς ἱεροποιοὺς τὰς προσαγορευομένας θαλασσίας καὶ τὰς συνούσας μετ’ αὐτῶν
5 ἱερείας βουλομένας ἀναθεῖναι εἰκόνα χαλκῆν Κλειδίκης τῆς Ἀσκληπιάδου ἀξιοῦν
συνχωρηθῆναι ἑαυταῖς τόπον ἐν τῇ ἀνδρήᾳ ἀγορᾷ ἐπὶ τοῦ προγονικοῦ αὐτῆς συνε-
δρίου τὸν ἀπὸ δύσεως τοῦ ἀνδριάντος τοῦ ἀδελφοῦ αὐτῆς Διονυσίου τοῦ Ἀσκληπι-
άδου· δεδόχθαι τῷ δήμῳ· δεδοκιμάσθαι τε τὴν εἰκόνα καὶ ἐξεῖναι αὐταῖς ἀνα-
θεῖναι καθάπερ ἀξιοῦσιν, ἐξεῖναι δὲ αὐταῖς καὶ ἐπιγράψαι ἐπὶ τὴν βάσιν· αἱ συντελοῦ-
10 σαι τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ καὶ ἱεροποιοὶ αἱ προσαγορευόμεναι θα-
λάσσιαι καὶ συνοῦσαι μετ’ αὐτῶν ἱέρειαι Κλειδίκην Ἀσκληπιάδου ἱερωμένην Μητρὸς
τῆς ἐκ Πλακίας καὶ προιερωμένην Ἀρτέμιδος Μουνυχίας ἐπαγγειλαμένην καὶ ἐπιδοῦ-
σαν ἑαυταῖς δωρεὰν εἰς τὰ συντελούμενα ὑπ’ αὐτῶν ἱερὰ ἐν τῇ συνόδῳ τοῦ Ταυρεῶνος
τῇ πέμπτῃ στατῆρας ἑπτακοσίους, εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοστορ-
15 γίας καὶ εὐνοίας τῆς εἰς ἑαυτὰς θεοῖς πᾶσι καὶ πάσαις.
Search Help