[ ]
Mys.: Aisepos — Zeleia (Sarıköy) — letztes Drittel 4.Jh.v.Chr. — AM 6,1881, Beilage zu S.229
| 1 | [ἔδ]οξεν τῶι δημῶι· Κλέων ἐπεστά[τει, Τι]- |
| μοκλῆς εἶπεν· αἱρεθῆναι ἄνδρας ἐνν[έα] | |
| τῶν πολιτῶν ἐκ τοῦ δήμου ἀνευρετὰ[ς] | |
| τῶν χωρίων τῶν δημοσίων, ὅσα μὴ οἱ Φ- | |
| 5 | ρύγες ἔχοντες φόρον ἐτέλεον, εἴ τίς |
| τι κατέκτηται ἰδιώτης ἐξ οὗ ἡ ἀκρόπολ- | |
| [ι]ς κατελάφθη ὑπὸ τῶν πολιτῶν· ἑλέσθα[ι δ]- | |
| ὲ ἐκ τούτων τοὺς ἀνευρετς, ὅσοι μὴ τῶ[ν] | |
| δημοσίων τι χωρίων ἔχουσι· τοὺς δὲ αἱρεθ[έ]- | |
| 10 | ντας ὀμόσαι τὴν Ἄρτεμιν ἀνευρῆσειν, εἴ τίς [τι] |
| τῶν δημοσίων χωρίων ἔχει κατὰ τὸ ψήφισμ[α], | |
| καὶ τιμήσειν τῆς ἀξίης ὀρθῶς καὶ δικαίως κ[α]- | |
| τὰ γνώμην τὴν ἑαυτοῦ· ὡς δ’ ἂν τιμήσωσ[ι] | |
| οἳ αἱρεθέντες ὑπὸ τοῦ δήμου, ἐκτίνειν τὴν | |
| 15 | τιμὴν τὸν ἰδιώτην τῆ πόλει, ἢ τοῦ χωρίου ἐξ- |
| ίστασθαι· ἀνευρεῖν δὲ καὶ τιμῆσαι διὰ μην- | |
| ὸς Ἡραίου, τὴν δὲ ἔκτεισιν ε[ἶ]ναι διὰ τοῦ Κεκυπώσ- | |
| ου· ἢν δέ τις ἀμφισβατῆι φὰς πρίασθαι ἢ λαβ[ε]- | |
| ῖν κυρίως παρὰ τῆς πόλει<ω>ς, διαδικασίην ἀυ- | |
| 20 | τῶι εἶναι, καὶ εἰὰν φανῆι μὴ ὀρθῶς κεκτη- |
| μένος, τὴν τιμὴν αὐτὸν ἐκτίνειν ἡμιολ- | |
| ίην· τοὺς δὲ ἄρχοντας ἀποδόσθαι τὰ χω- | |
| ρία, ὧν ἂν ἐξστῶσι οἱ ἰδιώται, διὰ μηνὸς Ἀ- | |
| κατάλλου· τοὺς δὲ ἀποδήμους, ἐπειδὰν ἔ- | |
| 25 | λθωσι ἐς τὴμ πόλιν, ἀποδοῦναι τὴν τιμ- |
| ὴν διὰ μηνὸς, ἢ ἐνεχέσθων ἐν τῶι ψηφί[σ]- | |
| ματι κατὰ τὰ αὐτά· δικαστὰς δὲ εἶναι ἕν- | |
| δεκα τῶν πολιτῶν μὴ ἐχόντων τι τῶν δη- | |
| [μ]οσίων χωρίων, οὓς ἂν ὁ δῆμος ἕληται· σ- | |
| 30 | [υ]νηγόρους δὲ εἶναι ἐκ τῶν ἐννεία τρεῖς, |
| [ο]ἳ ἄν λάχωσι· ὀμόσαι δὲ καὶ τοὺς δικαστὰς | |
| [κ]αὶ τοὺς συνηγόρους τὴν Ἄρτεμιν κατὰ | |
| τὸν νόμον· ἐγκόψαι δὲ τοὺς ἄρχοντα- | |
| ς τὸ ψήφισμα ἐς στήλην καὶ τὴν τιμήν, | |
| 35 | ὡς ἂν ἕκαστοι ἐκτείσωσι, τῶν χωρίων, κ- |
| αὶ θεῖναι ἐς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου [το] | |
| [ἱ]ερὸν· τὰ δὲ χρήματα ἀναλίσκει- | |
| [ν το]ὺς ἄρχοντας ἐς τὰ ἱερὰ τὰ δημόσια | |
| [καὶ ε]ἰάν που ἄλληι τῆι πόλει δέηι· αἱ [δ]ὲ | |
| 40 | [πεπρημέναι] δημόσιαι γέαι πρὸς ΤΛΡ |
| ․․․․․14-16․․․․․ μέχρι τῶν ․․ΟΣΘΟ̣ | |
| ]τ[ |