[ ] Karien — Mylasa (Milas) — Ende 2./ Anf.1.Jh.v.Chr. — IK 34,633
II [ — — — — — — — — — — — ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν ἐξάγοντι]
1 καὶ εἰσάγοντι καὶ κατὰ γῆν καὶ κα]τὰ θάλασσαν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολ[έ]-
[μωι] καὶ ἐν [εἰρήνηι] κα[ὶ ἔφοδον ἐ]πὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτῳ μετὰ τὰ ἱερά,
καὶ προεδρ[ίαν] ἐν τῶ[ι θεάτρωι]· εἶναι καὶ τὸν γραμματέα πολίτην αὐτόν τε
καὶ ἐκγ[όνους]· ὅπως δὲ καὶ τὸ ψήφισμα ἀναγραφῇ εἰς στήλην καὶ τεθῇ εἰς τὸ
5 ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι τοὺς [ἐξε]ταστάς, καὶ τὸ ἀνάλωμα δοῦ-
ναι τὸν [ἐπὶ τῆ]ς διοικήσ[εω]ς· παρακαλείτω δὲ ὁ πρεσβευτὴς ἀναγράψαι Μυ-
λασεῖς [παρ’ αὑτοῖς τὸ ἀντίγραφο]ν τοῦ ψηφίσματος εἰς [στήλην] λιθίνην καὶ ἀ-
ναθεῖναι ἐν τῶι ἐπι[φανεστά]τωι τόπωι τῆς πόλεως· τὸ δὲ ψήφισμα τό-
δε εἶναι πᾶν [εἰς] φυλα[κὴν τῆς πόλεως· ἡιρέθη] πρεσβευτὴς [Ζ]ωΐλος Βακχίου
10
I.1 [ἐπὶ στεφανηφόρου ? — — — — — — — — — — — — — — — —]ς ἱερέως Ἀπόλλ]-
[%⁸¹νος· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρ]ατηγῶν· ἐπειδὴ ὁ δῆ-
[μος — — — — — — — — — — — — — — — — — — — — ἀποστ]αλῆναι καὶ τὰς δοθείσας
[ — — — — — — — — — — — — — — — — — — — — — πρότερο]ν παρ’ ἡμεῖν ἐπὶ Πύλω-
5 [νος, καὶ νῦν — — — — — — — — — — — — ἀποστεῖλαι ψή]φισμα καὶ ἑλέσθαι πρεσ-
[βευτὴν πρὸς Μυλασέας — — — — — — — — — — κεχειροτο]νηκότος τε τοῦ δήμου
[πρεσβευτὴν — — — — — — — — — — — — — — — ὃς μεταπέ]μψεται δικαστὴν καὶ
[γραμματέα παρὰ Μυλασέων — — — — — — — — — — — — — ]τ̣η̣ν̣, ὁ δῆμος ὁ Μυ-
[λασέων, συγγενὴς ὢν καὶ φίλος τῶι ἡμετέρωι δήμωι], ἀπέστειλεν δικαστὴν
10 [ἄνδρα καλὸν Θεόδωρον Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσι]οδώρου, ἱερέα Ἴσιδος
[ὃς καὶ παραγενόμενος εἰς ἡμᾶς, τὰς μὲν εἰς αὐτὸν δ]οθείσας δίκας καλῶς
[καὶ δικαίως κατὰ τοὺς νόμους διέκρινεν, τὰς δὲ κ]αὶ συνέλυσεν, τὴν πᾶ-
[%⁸¹σαν πρὸς ἡμᾶς προθυμίαν ἀποδειξάμενος καὶ δικ]αιοσύνην καθότι προσ-
[ήκει ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ δικαίωι παρὰ δήμο]υ συγγενοῦς καὶ φίλου,
15 [— — — — — — — — — — — — — — ὑπὸ τῆς πόλεως ἢ καὶ ὑ]πὸ τῶν ἰδίων πολιτῶν,
[καὶ ὁ γραμματεὺς δὲ ὁ συναποσταλεὶς αὐτῶι Διονύσι]ος Μέλανος παρείσχη-
[ται πᾶσαν τὴν καθ’ ἑαυτὸν χρείαν καλῶς καὶ φιλο]πόνως καὶ μετὰ πάσης
[σπουδῆς· ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι] μὲν τὸν δῆμον τὸν Μυ-
[%⁸¹λασέων ἀρετῆς ἕνεκεν καὶ στεφανῶσαι αὐτὸν το]ῖς πρώτοις Παναθηναί-
20 [οις χρυσῶι στεφάνωι, ἀναγγέλλοντος τοῦ κήρυκος ὅτι ὁ] δῆμος στεφανοῖ τὸν
[     δῆμον τὸν Μυλασέων ἐπὶ τῶι ἀποστεῖλαι δικασ]τὴν καὶ γραμματέα ἄν-
[%⁸¹δρας καλοὺς καὶ ἀγαθούς· ἐπαινέσαι δὲ καὶ τ]ὸν δικαστὴν καὶ στεφα-
[%⁸¹νῶσαι αὐτὸν τοῖς πρώτοις Παναθηναίοις χρυσῶι] στεφάνωι, ἀναγγέλλον-
[τος τοῦ κήρυκος ὅτι ὁ δῆμος στεφανοῖ δικαστὴν ἐ]γ Μυλάσων Θεόδωρον
25 [Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσιοδώρου, ἱερέα Ἴσ]ιδος, καλῶς καὶ δικαίως
[     τὰς δίκας δικάσαντα· ἐπαινέσαι δὲ καὶ τὸν γρα]μματέα Διονύσιον Μέ-
[%⁸¹λανος, καὶ στεφανῶσαι αὐτὸν τὴν παρεπιδημί]αν καλῶς καὶ φιλοπόνως
[        ποιησάμενον· τῆς δὲ ἀναγγελίας τῶν στεφά]νων ἐπιμεληθῆναι τὸν ἀ-
[%⁸¹γωνοθέτην τῶν Παναθηναίων τὸν πρῶτον μ]ετὰ Μένανδρον Πύλω-
30 [%⁸¹νος· ἀποδεῖξαι δὲ καὶ πρεσβευτὴν ὃς παραγενόμ]ενος εἰς Μύλασα τὸ ψή-
[φισμα ἀποδώσει καὶ παρακαλέσει τὸν δῆμον τὸν Μυλασέων — — — — — — — — —]
III.1 ψ[ήφισμα παρὰ] Τ[ηΐω]ν
τιμού[χων καὶ στρατηγῶν γνώμη· ἐπειδὴ ψ]ηφισαμένου τοῦ δήμου μετα-
πέμψασθαι δικαστὴ[ν — — — ἐγ Μυλ]άσω[ν τὸν] δικῶντα μετὰ ἀποφάσεως ὁ δῆ-
μος ὁ Μυλασέων, β[ουλόμενος χαρίζ]εσθαι τῆι πόλει ἡμῶν, ἀπέστειλεν ἄν-
5 δρα καλὸν κ[αὶ ἀγαθὸν Θεόδωρον Θεοδ]ώρου κατὰ δὲ υἱοθεσίαν Ἰσιοδώρου,
καὶ μετ’ αὐτο[ῦ γραμματέα — — — —] Μενεκράτους, οἳ καὶ παραγενόμενοι
πρὸς ἡ[μᾶς][ποιήσαντο πᾶσαν τὴν ἐπιδημίαν κα]λὴν καὶ εὐσχήμονα καὶ ἀξίαν
τῆς τε [πόλεως ἡμῶν καὶ τοῦ ἐξαποστείλαντο]ς α[ὐ]τοὺ[ς] δήμου, διὰ τοὺς παρ-
εστῶτα[ς — — — —]Α[ — — — — — — — —]ΕΙΝΥ[— — ]․ΕΜΕ[— —]ΣΙΟΣ τὴν ἐ[ξ]-
10 [α]γωγὴν τὴν [— ]Τ[— ]ΝΠΟ[— — — — — ]ΠΟΛΥ[— ]ΙΔΙΟΣ [— τὸν] δικαστὴν
[κα]ὶ τὸν γρα[μμ]α[τέ]α [ — — ἐπακ]ολουθῶν τῆι τοῦ δήμου σπουδῆ[ι]
τιμῆσαι ΤΟ[— — ]Ο[— — — — — — — — — —]ΑΝ· δεδόχθαι τῶι δήμωι· ἐπαιν[έ]-
σαι μὲν τὸν Δ[— — — — — — — — — — καὶ στεφανῶσ]αι αὐτὸν χρυσῶι στεφάνωι ἀ[ρε]-
τῆς ἕνεκεν [καὶ εὐνοίας ἧς ἔχει] πρὸς τὴν πόλιν ἡμῶν, καλέσαι [δὲ αὐτ]ὸν καὶ εἰς πρ[ο]-
15 εδρίαν· ἐπ[αινέσαι δὲ καὶ τὸν ἐξαποστα]λέντα ἄνδρα Θεοδώρου κατ[ὰ]
δὲ υἱο[θεσί]αν [Ἰσι]ο[δώρου καὶ στεφαν]ῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, καὶ καλέσα[ι]
αὐτὸν [εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστί]αν τῆς πόλεως· στεφανῶσα[ι]
δὲ καὶ [τὸν γραμματέα — — — — — — —] θαλλ[οῦ στεφάν]ωι· τῆς δὲ ἀνα[γγελίας] τῶν στε-
φάνων [κ]α[ὶ τῆς εἰς τὴν εἰς τὴν προεδρίαν] κλήσε[ως] ἐπιμεληθῆναι τοὺς τιμούχους ἐν
20 τοῖς πρώτοις Διον[υσίοις· ἵνα δὲ Μυλασεῖς] εἰδῶ[σι πᾶσ]αν τὴν εὐχ]αριστίαν τοῦ
δήμου, ἀποδεῖ[ξαι πρεσβευτήν, ὃς καὶ παραγε]<νόμενο[ς εἰς Μύλασα τὸ] ψήφισ-
μα τόδε ἀποδώ[σει καὶ ἐπελθὼν ἐπὶ τ]ὴν β[ουλὴν καὶ τὸν δῆμον παρακ]αλέσει Μυ-
λασ[εῖς], συγγενεῖς ὄντας [καὶ φίλους, ἀπο]δέ[ξασθαι τὰς τιμὰς] καὶ τὴν αὐτὴν αἵρεσιν
ἔχειν πρ[ὸς ἡμᾶς· ἀξιώσει δὲ καὶ παρ’ ἑαυτοῖς ποιήσασθαι τὴν ἀναγγ]ελίαν
25 τῶ[ν στεφάνων] ἐν ΓΑΝ[— — — — — —]ΤΑΝΩ̣Ν· ἀνα[γράψαντας δὲ τὸ ψ][φισμ]α
τόδε καὶ τοὺς στεφάνους [εἰς στήλην], ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι τό-
πωι τῆ[ς] π[όλεω]ς· τῆς [ — ]ΧΕΛΕ[— — — — — ]ΤΟΥΕΝΕΣ[— ]Ε̣Π̣ΟΣ̣
Search Help
Contact Us