[ ] Aiol.Mys.: Kaikos — westl. von Kınık [Ac: Gambreion] — Ende 3.Jh.v.Chr. — CIG 3562
1 ἀγαθῆι τύχηι, ἱ̣ε̣ρ̣ονομοῦντος
Δημητρίου, μηνὸς Θαργηλιῶνος
δευτέραι, Ἀλέξων Δάμωνος εἶ-
πεν· νόμον εἶναι Γαμβρειώταις
5 τὰς πενθούσας ἔχειν φαιὰν ἐσθῆ-
τα μὴ κατερρυπωμένην· χρῆσθαι
δὲ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας
τοὺς πενθοῦντας ἐσθῆτι φαιᾶι,
ἐὰμ μὴ βούλωνται λευκῆι· ἐπιτε-
10 λεῖν δὲ τὰ νόμιμα τοῖς ἀποιχομέ-
νοις ἔσχατον ἐν τρισὶ μησίν, τῶι δὲ
τετάρτωι λύειν τὰ πένθη τοὺς ἄν-
δρας, τὰς δὲ γυναῖκας τῶι πέμπτωι,
καὶ ἐξανίστασθαι ἐκ τῆς κηδείας
15 καὶ ἐκπορεύεσθαι τὰς γυναῖκας
τὰς ἐξόδους τὰς ἐν τῶι νόμωι γε-
γραμμένας ἐπάναγκον· τὸν δὲ γυ-
ναικονόμον τὸν ὑπὸ τοῦ δήμου αἱ-
ρούμενον τοῖς ἁγνισμοῖς τοῖς πρὸ
20 τῶν Θεσμοφορίων ἐπεύχεσθαι τοῖς ἐμ-
μένουσιν καὶ ταῖς πειθομέναις τῶι-
δε τῶι νόμωι εὖ εἶναι καὶ τῶν ὑπαρχόν-
των ἀγαθῶν ὄνησιν, τοῖς δὲ μὴ πειθο-
μένοις μηδὲ ταῖς ἐμμενούσαις τἀ-
25 ναντία· καὶ μὴ ὅσιον αὐταῖς εἶναι, ὡς
ἀσεβούσαις, θύειν μηθενὶ θεῶν ἐπὶ δέ-
κα ἔτη· τὸν δὲ μετὰ Δημήτριον
στεφανηφόρον ταμίαν αἱρεθέντα
ἀναγράψαι τόνδε τὸν νόμον εἰς δύο
30 στήλας καὶ ἀναθεῖναι τὴμ μὲν
μίαν πρὸ τῶν θυρῶν τοῦ Θεσμοφο-
ρίου, τὴν δὲ πρὸ τοῦ νεὼ τῆς Ἀρτέ-
μιδος τῆς Λοχίας· ἀνενεγκάτω
δὲ ὁ ταμίας τὸ ἀνάλωμα τὸ γε-
35 νόμενον εἰς τὰστήλας {²⁶τὰς στήλας}²⁶ τῶι
πρώτωι λογιστηρίωι.
Search Help
Contact Us