[ ] Aiol.Mys.: Kaikos — Zeytindağ [Ab: Asklepieion von Pergamon] — 138-133 v.Chr. — AvP VIII 246; OGIS 332
1 [— — — — — — — — χώραν π]ο[λ]εμί[α]ν [ἣ]ν [π]ρῶ[τος — — — — —]
[— — — — —, οὐδενὸ]ς τὸμ βασιλέα εὐνοίαι ὑπερ[τιθ]ε[μένου εἰς][αυτ]όν, ψηφίζεσ-
[θαι τ]ὰς πρεπούσας αὐτῶι τιμάς, ὅπως ἐπὶ τοῖς γεγενημένοις ἀγαθοῖς τῶι βασι-
λεῖ ἐκτενεῖς οἱ πολῖται φαίνονται καὶ ἀποδιδόντες αὐτῶι τὰς καταξίας χά-
5 ριτας τῶν εὐημερημάτων καὶ τῶν εἰς ἑαυτοὺς εὐεργεσ[ιῶ]ν· ἀγαθῆι τύ-
χηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαι τὸμ βασιλέα χρυσῶι στε-
φάνωι ἀριστείωι, καθιερῶσαι δὲ αὐτοῦ καὶ ἄγαλμα πεντάπηχυ τεθωρακισμέ-
νον καὶ βεβηκὸς ἐπὶ σκύλων ἐν τῶι ναῶι τοῦ Σωτῆρος Ἀσκληπιοῦ, ἵνα ἦ[ι]
σύνναος τῶι θεῶι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χρυσὴν ἔφιππον ἐπὶ στυ-
10 λίδος μαρμαρίνης παρὰ τὸν τοῦ Διὸς [τ]οῦ Σωτῆρος βωμόν, ὅπως ὑπάρχηι ἡ
εἰκὼν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, ἑκάστης τε ἡμέρας ὁ στε-
φανηφόρος καὶ ὁ ἱερεὺς τοῦ βασιλέως καὶ ἀγωνοθέτης ἐπιθυέτωσαν λιβανωτὸν
ἐπὶ τοῦ βωμοῦ τ[οῦ] Διὸς τοῦ Σωτῆρος τῶι βασιλεῖ· τὴν δὲ ὀγδόην, ἐν ἧι παρεγένετο
εἰς Πέργαμον, ἱεράν τε εἶναι [εἰ]ς ἅπαντα τὸν χρόνον καὶ ἐν αὐτῆι ἐπιτελεῖσθαι κατ’ ἐνι-
15 αυτὸν ὑπὸ τοῦ ἱερέως τοῦ Ἀσκληπιοῦ πομπὴν ὡς καλλίστην ἐκ τοῦ πρυτανε[ί]-
ου εἰς τὸ τέμενος τοῦ Ἀσκληπιοῦ καὶ τοῦ βασιλέως συμπομπευόντων τῶν εἰ-
θισμένων· καὶ παρασταθείσης θυσίας καὶ καλλιερηθείσης συναγέσθωσαν
ἐν τῶι ἱερῶι οἱ ἄρχοντες, δίδοσθαι δὲ εἴς τε τὴν θυσίαν καὶ τὴν σύνοδον αὐτῶν
ὑπὸ τοῦ ταμίου τῶν ἀμετοίστων προσόδων ἀπὸ τοῦ πόρου τοῦ Ἀσκληπιείου ἀρ-
20 γυρίου δραχμὰς πεντήκοντα, τὴν δὲ θυσία[ν ἐπ]ὶ τῆς ὑποδοχῆς ἐπιμελείσθωσαν
οἱ ἱερονόμοι· γενέσθαι δὲ καὶ ἐπιγραφάς, ἐπὶ μὲν τοῦ ἀγάλματος "ὁ δῆμος βασιλέα
Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασιλέως Εὐμένου σωτῆρος ἀρετῆ[ς]
ἕνεκεν καὶ ἀνδραγαθίας τῆς κατὰ πόλεμον, κρατήσαντα τῶν ὑπεναντίων", [ἐπὶ]
δὲ τῆς εἰκόνος "ὁ δῆμος βασιλέα Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασ[ιλε]-
25 ως Εὐμένου σωτῆρος ἀρετῆς ἕνεκεν καὶ φρονήσεως τῆς συναυξούσης τὰ πρά[γμα]-
τα καὶ μεγαλομερείας τῆς εἰς ἑαυτόν"· ὅταν δὲ παραγίνηται εἰς τὴν πόλιν ἡμῶν, [στε]-
φανηφορῆσαι πάντα ἕκαστον στεφανηφόρον τῶν δώδεκα θεῶν καὶ θεοῦ βα-
σιλέως Εὐμένου, καὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερε[ί]ας ἀνοίξαντας τοὺς ναοὺς τῶν θε-
ῶν καὶ ἐπιθύοντας <τὸν> λιβανωτὸν εὔχε[σ]θαι "νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον
30 διδόναι βασιλεῖ Ἀττάλωι φιλομήτορι καὶ εὐεργέτηι ὑγίειαν σωτηρίαν νίκην
κράτος καὶ [— — — —] κατ[ὰ π]όλ[εμον] κ[α]ὶ ἄρχοντι καὶ ἀμυνομένωι, καὶ τὴν βα-
σιλείαν αὐτοῦ διαμ[έ]ν[ε]ιν [κατὰ] τὸν ἅπαντα αἰῶνα ἀβλαβῆ μετὰ πάσης ἀσφα-
λείας"· ἀπαντῆσαι δὲ [α]ὐτ[ῶι τ]ού[ς] τε προγεγραμμένους ἱερεῖς καὶ τας ἱε-
ρείας καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄρχοντας καὶ τοὺς ἱερονίκας ἔχον-
35 τας τοὺς ἀ[πος — — — — — — — — —]ους καὶ [τ]ὸγ [γυ]μνασίαρχον μετὰ τῶν
ἐφήβων κ[α]ὶ τ[ῶ]ν ν[έων καὶ τ]ὸν [παιδ]ο[ν][μ]ον μετ[ὰ τῶ]μ παίδων καὶ τοὺς πο-
λίτας καὶ τ[ὰ]ς [— — — — — — — — — — — — —]τας καὶ τοὺς ἐνοικοῦντας
ἐν ἐσθ[ῆ]σιν λ[αμπραῖς καὶ στεφάνοις· εἶ]ναι [δ]ὲ καὶ τὴν ἡμέραν ἱε-
ράν, ἐν [ἧι ἂ]μ παραγ[ί]ν[η]ται [εἰς τὴμ π]όλ[ιν, καὶ θ]ῦσ[α]ι τοὺς πολίτας παν-
40 δημεὶ κατὰ φυλὰς παρασ[κευαζό]ν[τω]ν τῶν φυλάρχων θύματα, δοθῆναι
δὲ εἰς ἑκάστην φυλὴν [ε]ἰς [αὐτὰ ἐξ ἱερῶν κα]ὶ πολιτικῶν προσόδων δραχμὰς
εἴκοσιν· παραστα[θείσ]η[ς] δὲ κ[αὶ θ]υ[σ][α]ς ὡς καλλίστης ὑπὸ τοῦ δήμου ἐπὶ
τοῦ [βω]μοῦ τοῦ Διὸς τοῦ Σ[ω]τῆρ[ος τῶ]ι βασιλε[ῖ, ποιήσ]ασ[θ]αι τὸν [ἱερο]κήρυκα τὴν
ἀνα[γγε]λίαν τήνδε· "ὁ [δῆμ]ο[ς ἐτίμησε βα]σ[ιλέα] Ἄτ[τ]αλον φιλομήτορα καὶ εὐ-
45 εργέτην [θ]εοῦ βασιλέ[ως Εὐμέν]ου σ[ωτ]ῆρ[ος] χρυσῶ[ι σ]τεφάν[ω]ι ἀ[ριστε]ίωι καὶ
ἀγάλμ[ατι πενταπήχει καὶ εἰκόνι χρυσῆι] ἀρε[τ][ς ἕνε]κεν [κ]αὶ μ[ε]γαλομ[ε]ρείας τῆς
εἰς ἑαυτό[ν]"· Π[άντα]ς ἀν[— — — — — — —, θῦ]σαι δὲ αὐτῶι καὶ ἄλλας
θυσίας [μεγί]στωι [ἀναλώματι τοὺς ἱερέας ἐπὶ τῶι βωμῶ]ι τῆς Βουλαί[α]ς Ἑστίας
κ]α[ὶ τ]οῦ [Δ]ιὸ[ς τοῦ Β]ουαίου, οἱ δὲ στρατηγοὶ] κ[αλε]ίτωσαν αὐτὸν εἰς τὸ πρυ-
50 τανεῖο[ν ἐπὶ] τ[ὴν κοινὴν ἑστίαν — — — — — — — — — —]με․․․․․․ν τοῖς τῶν χαρισ-
τηρίων [— — — — — — — — — —] τοῦ β[ασ]ιλέως [— — — — — βασ]ιλεύσει
δή[μου — — — — — — — — — — — — — — — — — — α]ς τὸ ψήφισμα κ[α]ὶ πα-
ρακαλ[εί]τω[σ]αν εὔνουν [ὄντα] καὶ ε[ὐερ]γέτην τοῦ δήμου, συντηροῦντα τὴν
ὑπάρχουσαν διὰ προγόν[ων εὐμένει]αν πρὸς τὴν πόλιν [ἀ]εί τινος [ἀ]γα[θ]οῦ
55 παραίτ[ι]ον γίνεσθαι αὐτὸν [δι]ὰ τὸν [δῆ]μον, ὅπως εἰς βελτίονα καὶ εὐδαιμο-
νεστέραν π[α]ραγίνηται κατ[ά]στασιν τὰ κοινὰ τοῦ πο[λι]τεύματος· ἵν[α] δὲ τὰ γε-
γενημ[έ]ν[α ἐπιτ]εύγμα[τα τῶι βασιλεῖ] ἐν τοῖς κατὰ πό[λε]μον ἀγῶσιν ἐκφανῆ
δι’ [αἰῶ]ν[ος πᾶσιν] ὑπάρχ[η]ι καὶ [ἡ δι’ αὐτ]οῦ [μεγα]λο[μέ]ρ[ε]ια προ[σοῦσα] ὑπὸ πάν-
των θεῶ[ν ἡμῖν], ἀναγρ[άψαι τ]ὸ ψήφισμα εἰς στήλην μαρμαρίνην καὶ στῆσαι
60 ἐν τῶι το[ῦ] Ἀσκ[λ]ηπιοῦ ἱερῶι πρὸ τοῦ ν[α]οῦ, τὴν ἐπιμέλειαν πορισαμένων
τῶν στ[ρα]τηγῶν· τὸ δὲ ψήφισμα τόδε [κ]ύριον εἶναι εἰς ἅπαντα τὸν χρόνον
καὶ κατ[α]τε[θην]αι αὐτὸ ἐν νόμο[ις ἱ]ε[ροῖς].
Search Help
Contact Us