[ ]
Aiol.Mys.: Adramyttenos Kolpos — Taylıeli [Ab: Adramytteion] — 168-160/59 v.Chr. — EA 9,1987,37-39 [SEG 37,1006]
0 | [ — — — — — — — — — — — — — — — ] |
[ἐπεὶ Πάμφιλος Ἀρτεμιδώ]ρ̣ο̣υ̣ π̣ο̣λ̣[ί]- | |
[της ὑπάρχ]ων ἡμέτερος πρότερον̣ | |
[μὲν συστα]θεὶς τῶι βασιλεῖ Εὐμένει | |
[καὶ τῆς πί]σ̣τεως οὐ μικρὰς ἀποδεί- | |
5 | [ξεις ποιησ]άμενος τῆς καθηκούσης |
[ἠξιώθη π]α̣ρ’ αὐτῶι προαγωγῆς καὶ [τι]- | |
[μῆς· νῦν δὲ κ]ριθεὶς ἐπιτήδειος εἶναι | |
[διὰ τὴν περ]ὶ αὐτὸν ὑπάρχουσαν εὔ- | |
[νοιαν καὶ συ]σταθεὶς τῆι βασιλίσσηι Στρα- | |
10 | [τονίκηι κ]αλῶς καὶ συμφερόντως ἀνα- |
[στρέφε]τα̣ι̣ τοῖς τε τοῦ βασιλέως πράγμα- | |
[σι καὶ τοῖ]ς τῆς βασιλίσση[ς καὶ Ἀ]ττάλου, δ[ει]- | |
[κνύμενος] ἐμ πᾶσιν τὴμ περ̣ὶ̣ α̣ὐ̣τὸν ὑπά[ρ]- | |
[χουσαν] με̣τριότητα· πρός τε τὸν δῆμον | |
15 | [ἐκτε]νῆ̣ [καὶ] φιλότιμον ἑαυτὸν παρεχόμε- |
[νος διατελ]ε̣ῖ καὶ τοῖς ἐντυγχάνουσιν τῶ[ν] | |
[πολι]τ̣ῶν καὶ κοινῆι καὶ κατ’ ἰδίαν ἀεί τινος ἀγ[α]- | |
[θοῦ βούλε]ται παραίτιος γίνεσθα̣ι̣· ἵ̣να οὖγ καὶ | |
[ὁ δῆμ]ος φαίνηται τιμῶν τοὺς ἀξίους | |
20 | [τῶν ἀνδρ]ῶν· δέδοχθαι τῆι ἱερᾶι ἐκκλη- |
[σίαι· ἐ]παινέσαι Πάμφιλον Ἀρτεμιδώρου | |
[καὶ στ]εφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰ- | |
[κόνι χ]αλκῆι ἐπί τε τῆι πρὸς τὸν βασιλέα καὶ | |
[τὴν β]ασιλίσσαν καὶ Ἄτταλον καὶ τὸν ἡμέ- | |
25 | [τερον] δ̣ῆ̣μον εὐνοίαι, ἣν στῆσαι ἐν τῆι ἀ[γο]- |
[ρᾶι κα]ὶ ἀναγγελίαν τούτων ποιήσασθαι | |
[τὸν ἀγωνο]θέτην ἐν τῆι πανηγύρει· ἵνα δὲ | |
[καὶ ἡ τοῦ δ]ήμου προαίρεσις φανερὰ πᾶσιν ὑ[π]- | |
[άρχηι, ἀν]α̣γράψαι τόδε τὸ ψήφισμα τὸγ γραμ- | |
30 | [ματέα τοῦ] δήμου εἰς τὴν στήλην λευκοῦ λίθου |
[καὶ στῆσα]ι̣ π̣αρὰ τὴν εἰκόνα· εἰς δὲ τὴν ἀνα- | |
[γραφὴν κα]ὶ̣ στάσιν αὐτῆς μερίσαι τὸν ταμ[ί]- | |
[αν τὸ ἐσόμε]νον ἀνάλωμα ἐκ τῶν τοῦ δήμ̣[ου] | |
[προσόδων, ὅ]πως τούτων οὕτως συντελ[εσ]- | |
35 | [θέντων ἦι ἐπ]ί̣σ̣ημος ἡ παρὰ τοῦ δήμου χά[ρις] |
[πᾶσι τοῖς αὐτ]ὸν εὐεργετοῦσιν· ἔδοξ[εν]. |