[ ]
Äg. Inseln — Thasos [Aa: Assos] — ca. 80-70 v.Chr. — Dunant--Pouilloux, Thasos II Nr.170; IK 4,11a
| 1 | Ἀσσίων |
| γνώμη τοῦ δήμου· ἐπειδή — προγραφῆς | |
| γενομένης ὅπως Διονυσόδωρος [Πεμ]- | |
| πίδου Θάσιος, εὔνους ὑπάρχων τῶι [δή]- | |
| 5 | μωι καὶ γενόμενος εὔχρηστος τῆι π[όλει] |
| ἐγ καιροῖς ἀναγκαίοις, τιμηθείη προξεν[ί]- | |
| αι καὶ πολιτείαι καὶ τοῖς ἄλλοις φιλανθρ[ώ]- | |
| ποις — κεχειροτόνηκε τὴν προγραφὴν ἥ τε | |
| βουλὴ καὶ ὁ δῆμος· δεδόχθαι τῆι βουλῆι | |
| 10 | καὶ τῶι δήμωι· ἐπαινέσαι Διονυσόδωρον |
| Πεμπίδου Θάσιον ἐπὶ τῆι αἱρέσει ἧι ἔχων | |
| πρὸς τὸν δῆμον διατελεῖ, καὶ εἶναι αὐτὸν | |
| πρόξενον τῆς πόλεως· καὶ ἀναγραψάτω- | |
| σαν τὸ ὄνομα αὐτοῦ πατρόθεν καὶ τῆς | |
| 15 | πόλεως οἱ ἄρχοντες εἰς στήλην ἧι καὶ |
| τοὺς ἄλλους προξένους ἀναγράφουσιν· | |
| ὑπάρχειν δὲ αὐτὸν καὶ πολίτην ἡμῶν· εἶναι | |
| δὲ αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν καὶ | |
| τὸν δῆμοη πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας | |
| 20 | προδίκους καὶ τἄλλα φιλάνθρωπα ὅσα |
| καὶ τοῖς ἄλλοις προξένοις τῆς πόλεως ὑ- | |
| πάρχει, καὶ ἄφιξιν εἰς τὴν πόλιν ἡμῶν ἀσυλεὶ | |
| καὶ ἀσπονδεί· ὑπάρχειν δὲ αὐτῶι κα<ὶ> τἄλλα φ[ι]- | |
| λάνθρωπα ὅσα καὶ τοῖς πολίταις· ἵνα δὲ | |
| 25 | καὶ Θάσιοι ἐπιγνῶσιν τὴν αἵρεσιν τοῦ πλή- |
| θους ὡς διάκειται εὐχαρίστως πρὸς Διο- | |
| νυσόδωρον Πεμπίδου Θάσιον, χειρίσαι ἐν | |
| τῆι ἐκκλησίαι πρεσβευτὴν πρὸς Θασίους | |
| ὅστις ἀποδημήσας ἀσπάσεται αὐτοὺς | |
| 30 | παρὰ τοῦ δήμου καὶ ἐπελθὼν ἐπ’ ἐκκλησί- |
| αν παρακαλέσει φίλους ὄντας καὶ εὔνους | |
| τοῦ δήμου ἀποδέξασθαι τὴν τοῦ πλή- | |
| θους προαίρεσιν καὶ ἀναγρ[άψα]ντας εἰς στή- | |
| λὴν λευκοῦ λίθου τὸ ψήφισμα τόδε {καὶ} θεῖναι | |
| 35 | εἰς τὸν ἐπιφανέστατον παρ’ αὐτοῖς ὑπάρχον- |
| τα τόπον· τοῦτο γὰρ πράξαντας τά τε δεδο- | |
| μένα Διονυσοδώρωι φιλάνθρωπα συναυ- | |
| ξήσειν καὶ χαριεῖσθαι τῶι δήμωι· πρεσβευτὴς | |
| εἱρέθη Θέμιστος Φανοδίκου. |