[ ] Tr.: südl. Troas — Assos (Behramkale) — 37 n.Chr. — IK 4,26
1 ἐπὶ ὑπάτων Γναίου Ἀκερρωνίου
 Πρόκλου καὶ Γαΐου Ποντίου Πετρω-
 νίου Νιγρίνου
   ψήφισμα Ἀσσίων γνώμηι τοῦ δήμου
5 ἐπεὶ ἡ κατ’ εὐχὴν πᾶσιν ἀνθρώποις ἐλπισθεῖσα Γαΐου
 Καίσαρος Γερμανικοῦ Σεβαστοῦ ἡγεμονία κατήνγελται,
 οὐδὲν δὲ μέτρον χαρᾶς εὕρηκε ὁ κόσμος, πᾶσα δὲ πόλις
 καὶ πᾶν ἔθνος ἐπὶ τὴν τοῦ θεοῦ ὄψιν ἔσπευκεν, ὡς ἂν τοῦ
 ἡδίστου ἀνθρώποις αἰῶνος νῦν ἐνεστῶτος,
10 ἔδοξεν τῆι βουλῆι καὶ τοῖς πραγματευομένοις παρ’ ἡμῖν
Ῥωμαίοις καὶ τῶι δήμωι τῶι Ἀσσίων κατασταθῆναι πρεσ-
 βείαν ἐκ τῶν πρώτων καὶ ἀρίστων Ῥωμαίων τε καὶ Ἑλλή-
 νων τὴν ἐντευξομένην καὶ συνησθησομένην αὐτῶι,
 δεηθησομένην τε ἔχειν διὰ μνήμης καὶ κηδεμονίας
15  τὴν πόλιν, καθὼς καὶ αὐτὸς μετὰ τοῦ πατρὸς Γερμανικοῦ
 ἐπιβὰς πρώτως τῆι ἐπαρχείαι τῆς ἡμετέρας πόλεως
 ὑπέσχετο·
            ὅρκος Ἀσσίων
ὄμνυμεν Δία Σωτῆρα καὶ θεὸν Καίσαρα Σεβαστὸν καὶ τὴν
20  πάτριον ἁγνὴν Παρθένον εὐνοήσειν Γαΐωι Καίσαρι Σεβασ-
 τῶι καὶ τῶι σύμπαντι οἴκωι αὐτοῦ, καὶ φίλους τε κρίνειν,
 οὓς ἂν αὐτὸς προαιρῇται, καὶ ἐχθρούς, οὓς ἂν αὐτὸς προβά-
 ληται· εὐορκοῦσιν μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσιν δὲ τὰ ἐναν-
 τία·
25        πρεσβευταὶ ἐπηνγείλαντο ἐκ τῶν ἰδίων
        Γάϊος Οὐάριος Γαΐου υἱὸς Οὐολτινία Κάστος
        Ἑρμοφάνης              Ζωΐλου
        Κτῆτος                  Πισιστράτου
        Αἰσχρίων                Καλ<λ>ιφάνους
30         Ἀρτεμίδωρος            Φιλομούσου
οἵτινες καὶ ὑπὲρ τῆς Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
 σωτηρίας εὐξάμενοι Διὶ Καπιτωλίωι ἔθυσαν τῶι τῆς πόλε-
 ως ὀνόματι.
Search Help
Contact Us