[ ]
Tr.: Skamander u. Nebentäler — Kurşunlu-Köyü [A: Skepsis] — 2.Jh.v.Chr.? — ZPE 17,1975,106-107 Nr.2 [BullEp 1976,572; SEG 26,1334]
1 | [․․]․․[․․] Ἀριστογένου τοῦ Σφοδριάδου μ̣[ |
[․․․․․ ἀγαθ]ῆι τύχηι· ὁ πριάμενος τὴν ἱερατείαν τοῦ Δι̣- | |
ο̣ν̣ύ̣σ̣ου τοῦ Βαμβυλείου ἀτελὴς ἔσται [․․]λα[ | |
[․․․ σ]τρατείας, ἐπικεφαλίου, σταθμοῦ· καὶ δικᾷ [μη]- | |
5 | [δέν]α ἐν δικαστηρίῳ ἐπάναγκες, τὰς δὲ ἐπ[ικρίσεις] |
[․․․․]μαιας δικ̣ᾷ̣ αν․․κ̣ε̣ι̣· ἀτελῆ δὲ εἶναι καὶ τὸν | |
[νε]ωκόρον τῶν αὐτῶν· ὁ δὲ γενόμενος ἱερεὺς ἐ[ξ ὠνῆς] | |
[στε]φαν[ού]σθω κισσοῦ στεφάνῳ ἐν τῷ μηνὶ τῷ Ληναιῶ- | |
[νι] ἐν ταῖς νουμηνίαις [κ]αὶ ἐν ταῖς δημοτελέσιν ἑορταῖς πάσα̣[ις], | |
10 | [ἐν] τῷ ἄλλῳ δὲ χρόνῳ παντὶ ἐὰν αὐτῷ φαίνηται· ἐξέστω [δ]ὲ α̣[ὐ]- |
[τ]ῷ καὶ στέφανομ φορεῖν χρυσοῦν καὶ χιτῶνας ἁλουργ[ο]ὺς κα[ὶ] | |
[ὑ]πόδεσιν ἀκόλουθον τῇ ἐσθῆτι· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰ[ς] | |
[τ]ὸ πρυτανεῖον ἐπὶ τὰς θυσίας ἃς συντελεῖ ἡ πόλις καὶ ἐπ’ [αὔ]- | |
[ρι]ο̣ν̣ ἐπὶ τὰς θυσίας τὰς συντελουμένας· τίθεσθαι δ[ὲ] | |
15 | [αὐ]τῷ καὶ θρόνον ἐν τῷ θεάτρῷ καὶ καθῆσθαι αὐτὸν ἐν |
[προεδ]ρ̣ί̣ᾳ ἔν τε ταῖς τριετηρίσιν καὶ ἐν τῇ πανηγύρει ἡ σ[υν]- | |
[τελεῖται ․․․․․ ․․]ιοι[․․․]ῳ[․] πάντας θ[— — — |