[ ] Tr.: Skamander u. Nebentäler — Kurşunlu-Köyü [A: Skepsis] — 2.Jh.v.Chr.? — ZPE 17,1975,106-107 Nr.2 [BullEp 1976,572; SEG 26,1334]
1 [․․]․․[․․] Ἀριστογένου τοῦ Σφοδριάδου μ̣[
[․․․․․ ἀγαθ]ῆι τύχηι· ὁ πριάμενος τὴν ἱερατείαν τοῦ Δι̣-
ο̣ν̣ύ̣σ̣ου τοῦ Βαμβυλείου ἀτελὴς ἔσται [․․]λα[
[․․․ σ]τρατείας, ἐπικεφαλίου, σταθμοῦ· καὶ δικᾷ [μη]-
5 [δέν]α ἐν δικαστηρίῳ ἐπάναγκες, τὰς δὲ ἐπ[ικρίσεις]
[․․․․]μαιας δικ̣ᾷ̣ αν․․κ̣ε̣ι̣· ἀτελῆ δὲ εἶναι καὶ τὸν
[νε]ωκόρον τῶν αὐτῶν· ὁ δὲ γενόμενος ἱερεὺς ἐ[ξ ὠνῆς]
[στε]φαν[ού]σθω κισσοῦ στεφάνῳ ἐν τῷ μηνὶ τῷ Ληναιῶ-
[νι] ἐν ταῖς νουμηνίαις [κ]αὶ ἐν ταῖς δημοτελέσιν ἑορταῖς πάσα̣[ις],
10 [ἐν] τῷ ἄλλῳ δὲ χρόνῳ παντὶ ἐὰν αὐτῷ φαίνηται· ἐξέστω [δ]ὲ α̣[ὐ]-
[τ]ῷ καὶ στέφανομ φορεῖν χρυσοῦν καὶ χιτῶνας ἁλουργ[ο]ὺς κα[ὶ]
[ὑ]πόδεσιν ἀκόλουθον τῇ ἐσθῆτι· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰ[ς]
[τ]ὸ πρυτανεῖον ἐπὶ τὰς θυσίας ἃς συντελεῖ ἡ πόλις καὶ ἐπ’ [αὔ]-
[ρι]ο̣ν̣ ἐπὶ τὰς θυσίας τὰς συντελουμένας· τίθεσθαι δ[ὲ]
15 [αὐ]τῷ καὶ θρόνον ἐν τῷ θεάτρῷ καὶ καθῆσθαι αὐτὸν ἐν
[προεδ]ρ̣ί̣ᾳ ἔν τε ταῖς τριετηρίσιν καὶ ἐν τῇ πανηγύρει ἡ σ[υν]-
[τελεῖται ․․․․․ ․․]ιοι[․․․][․] πάντας θ[— — —
Search Help
Contact Us