[ ]
Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşulu-Tepe) — 3.Jh.v.Chr.? — FS Kiepert 236
| 1 | ἱερὰ Διονύσου· μηνὸς [ ]- |
| βατρίου τριακάδι· ἐπρυτάνευον Σκα- | |
| μάνδριος Ἡρακλείδου Διονύσιος Βάκο- | |
| υ Μιλήσιος Ἀνδρηράτου Ἡρακλείδης Ἀ<π>ε- | |
| 5 | λλικῶντος, ἐπεστάτει Λεύκιος Μιλησί[ου], |
| [ἐ]γραμμάτευε Σιμίας Σιμίου, ἐβασίλευε Μη[τ]- | |
| ρόδωρος Μίμαντος, Ἡρακλείδης Ἄβαντος [ἔλε]- | |
| ξεν· ἀγαθῆι τύχηι συντετάχθαι περὶ τῶν χορ[ῶν] | |
| ὅπως καθ’ ἕκαστον ἔτος ἡ πόλις ποῆι τῶι Διον- | |
| 10 | [ύ]σωι θέαν, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὴν θέαν |
| τὸ περιγιγνόμενον ἀπὸ τῶν ἱερείων ἑκάστου ἔτο[υ]- | |
| ς στατῆρας διακοσίους· κατασκευάσαι δὲ καὶ [τ]- | |
| [ὸ] θέατρον καὶ ἀνελεῖν τοὺς ἀρχαίους βασμοὺς | |
| καὶ ἀναχῶσαι ὡς κάλλιστα, καὶ ὅσος μὲν ἂν το[ῦ] | |
| 15 | ὑπάρχοντος λίθου χρήσιμος ἦι εἰς τοὺς βασμο[ὺς] |
| καὶ τἄλλα τούτωι χρήσασθαι· τὸ δὲ λοιπὸν ἐπιτ[ε]- | |
| [λ]εῖν καθ’ ἕκαστον ἔτος ἀπὸ τοῦ ἀργυρίου τοῦ περι- | |
| γινομένου ἀπὸ τῆς θέας· κατασκευάσαι δὲ καὶ τ[ὸ] | |
| [προ]σκήνιον ὡς ἂν δοκῆι τοῖς ἀποδειχθεῖσι, οἰκο- | |
| 20 | [δομ]ῆσαι δὲ καὶ τὸ τειχίον τὸ ἐπάνω τοῦ θεάτρου <κ>αὶ |
| [τ]οῦ πύργου ἕως τῶν Σκαμανδρίου οἰκιῶν καιν- | |
| ῆσαι τετράπηχυ καὶ γεῖσον εἶναι· τὸ δὲ πέρ[υ]- | |
| σι καὶ τὸ τρίτον ἔτος περιγινόμενον ἀργύριον | |
| τὸ τῶν ἱερείων ἀναλίσκειν εἴς τε τὴν ἀναχρ[είαν] | |
| 25 | τοῦ θεάτρου καὶ εἰς ἄλλην ἐπισκευὴν ἄν [τι] |
| ἐλλείπηι διδόναι τὸν ταμίαν· μὴ ἐ[ξεῖναι τού?]- | |
| ου ἀργύριον εἰς μηθὲν ἄλλο κα[τασκεύασμα ὥσ]- | |
| περ συντέτακται τα [ | |
| ] τετραμμενα [ | |
| 30 | ]ηκοντα [ |