[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — augusteische Zeit — IK 3,65
| 1 | [ — — — — — — — — — — — — — Ἀπολλ]ωνίου τοῦ Εὐδ[— — —] |
| ι̣οι[․․․]πολεος Μένιππος [․․]ν[․․․]ρου κα[ὶ] Μέναχος Γλαύκο[υ] | |
| ἐνεγράψαμεν εἰς στήλην κατὰ τὸν νόμον· Ἐργόφιλον, πατρὸς οὗ ἂ[ν] | |
| χρηματίσζῃ, ἐζημιωμένον ὑπὸ τῶν προτάνεων τῶν περὶ Διο- | |
| 5 | φάνην Ἡγησιδήμου ὀ[φί]λοντα τοὺς κατὰ τὸν νόμον στατῆρας δύο· |
| καὶ Μενογένην Μνησι[φίλ]ου καὶ Ἀρτεμίδωρον Φανιάδου <καὶ> Διομήδην | |
| Ἀπολλωνίου ἐζημιωμένους ὑπὸ τῶν πρυτάνεων τῶν περὶ Διοφάν[ην] | |
| Ἡγησιδήμου ὑπὸ ἡμέρας τρεῖς, ὀφίλοντα ἕκαστον αὐτῶν στατῆρας ἕξ· | |
| Μηνόδοτον Μηνοδότου καὶ Ἡρακλείδην καὶ Μηνόδοτον τοὺς Ἡρακλεί- | |
| 10 | δου ἐζημιωμένους ὑπὸ τῶν περὶ Φαινώνακτα Εὐδήμου πρυτά- |
| νεων ὀφίλοντα ἕκαστον αὐτῶν στατῆρας δύο· | |
| Ἀρτεμίδωρον Μηνοφάντου ἐζημιωμένον ὑπὸ τῶν νο- | |
| μοφυλάκων τῶν περὶ Ἵππαρχον Ἡγησιδήμου ὀφίλον- | |
| τα στατῆρας δύο. |