[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 274 v.Chr. — IK 3,33
| I.1 | Μελέαγρος Ἰλιέων τῆι βουλῆι καὶ τῶι δήμωι χαί- |
| ρειν· ἀπέδωκεν ἡμῖν Ἀριστοδικίδης ὁ Ἄσσιος ἐπι- | |
| στολὰς παρὰ τοῦ βασιλέως Ἀντιόχου, ὧν τἀντίγρα- | |
| φα ὑμῖν ὑπογεγράφαμεν· ἐνέτυχεν δ’ ἡμῖν καὶ αὐ- | |
| 5 | τὸς φάμενος, πολλῶν αὐτῶι καὶ ἑτέρων διαλε- |
| γομένων καὶ στέφανον διδόντων, ὥσπερ καὶ ἡ- | |
| μεῖς παρακολουθοῦμεν διὰ τὸ καὶ πρεσβεῦσαι ἀ- | |
| πὸ τῶν πόλεών τινας πρὸς ἡμᾶς, βούλεσθαι τὴν | |
| χώραν τὴν δεδομένην αὐτῶι ῦπὸ τοῦ βασιλέως Ἀν- | |
| 10 | τιόχου καὶ διὰ τὸ ἱερὸν καὶ διὰ τὴν πρὸς ὑμᾶς εὔνοι- |
| αν προσενέγκασθαι πρὸς τὴν ὑμετέραν πόλιν· ἃ | |
| μὲν οὖν ἀξιοῖ γενέσθαι αὑτῶι παρὰ τῆς πόλεως, αὐ- | |
| τὸς ὑμῖν δηλώσει· καλῶς δ’ ἂν ποήσαιτε ψηφισάμε- | |
| νοί τε πάντα τὰ φιλάνθρωπα αὐτῶι καὶ καθ’ ὅτι ἂν | |
| 15 | συγχωρήσηι τὴν ἀναγραφὴν ποησάμενοι καὶ στη- |
| λώσαντες καὶ θέντες εἰς τὸ ἱερόν, ἵνα μένηι ὑμῖν | |
| βεβαίως εἰς πάντα τὸγ χρόνον τὰ συγχωρηθέντα· | |
| ἔρρωσθε. | |
| II.18 | βασιλεὺς Ἀντίοχος Μελεά- |
| γρωι χαίρειν· δεδώκαμεν Ἀριστοδικίδει τῶι Ἀσσίωι | |
| 20 | γῆς ἐργασίμου πλέθρα δισχίλια προσενέγκασθαι |
| πρὸς τὴν Ἰλιέων πόλιν ἢ Σκηψίων· σὺ οὖν σύνταξον | |
| παραδεῖξαι Ἀριστοδικίδει ἀπὸ τῆς ὁμορούσης τῆι | |
| Γεργιθίαι ἢ τῆι Σκηψίαι, οὗ ἂν δοκιμάζηις, τὰ δισχίλια | |
| πλέθρα τῆς γῆς, καὶ προσορίσαι εἰς τὴν Ἰλιέων ἢ τὴν | |
| 25 | Σκηψίων· ἔρρωσο. |
| III.25 | βασιλεὺς Ἀντίοχος Μελε- |
| άγρωι χαίρειν· ἐνέτυχεν ἡμῖν Ἀριστοδικίδης ὁ | |
| Ἄσσιος, ἀξιῶν δοῦναι αὐτῶι ἡμᾶς ἐν τῆι ἐφ’ Ἑλλησ- | |
| πόντου σατραπείαι τὴν Πέτραν ἣμ πρότερον | |
| εἶχεν Μελέαγρος, καὶ τῆς χώρας τῆς Πετρίδος | |
| 30 | ἐργασίμου π<λ>έθρα χίλια πεντακόσια, καὶ ἄλλα |
| γῆς πλέθρα δισχίλια ἐργασίμου ἀπὸ τῆς ὁμο- | |
| ρούσης τῆι πρότερον δοθείσηι αὐτῶι μερίδι· | |
| καὶ ἡμεῖς τήν τε Πέτραν δεδώκαμεν αὐτῶι, εἰ | |
| μὴ δέδοται ἄλλωι πρότερον, καὶ τὴγ χώραν τὴν | |
| 35 | πρὸς τῆι Πέτραι καὶ ἄλλα γῆς πλέθρα δισχίλια |
| ἐργασίμου διὰ τὸ φίλον ὄντα ἡμέτερον παρεσ- | |
| χῆσθαι ἡμῖν τὰς καθ’ αὑτὸν χρείας μετὰ πάσης | |
| εὐνοίας καὶ προθυμίας· σὺ οὖν ἐπισκεψάμενος, | |
| εἰ μὴ δέδοται ἄλλωι πρότερον αὕτη ἡ Πέτρα, πα- | |
| 40 | ράδειξον αὐτὴν καὶ τὴν πρὸς αὐτῆι χώραν Ἀρισ- |
| τοδικίδηι, καὶ ἀπὸ τῆς βασιλικῆς χώρας τῆς ὁμο- | |
| ρούσης τῆι πρότερον δεδομένηι χώραι Ἀριστοδι- | |
| κίδηι σύνταξον καταμετρῆσαι καὶ παραδεῖξαι | |
| αὐτῶι πλέθρα δισχίλια, καὶ ἐᾶσαι αὐτὸν προσενέγ- | |
| 45 | κασθαι πρὸς ἣν ἂμ βούληται πόλιν τῶν ἐν τῆι χώραι |
| τε καὶ συμμαχίαι· οἱ δὲ βασιλικοὶ λαοὶ οἱ ἐκ τοῦ τό- | |
| που ἐν ὧι ἐστιν ἡ Πέτρα ἐὰμ βούλωνται οἰκεῖν ἐν τῆι | |
| Πέτραι ἀσφαλείας ἕνεκε, συντετάχαμεν Ἀριστο- | |
| {το}δικίδηι {²⁶Ἀριστοδικίδηι}²⁶ ἐᾶν αὐτοὺς οἰκεῖν· ἔρρωσο | |
| IV.50 | βασιλεὺς Ἀντίοχος Μελεάγρωι χαίρειν· ἐνέτυχεν ἡ- |
| μῖν Ἀριστοδικίδης, φάμενος Πέτραν τὸ χωρίον καὶ τὴγ | |
| χώραν τὴν συγκύρουσαν, περὶ ἧς πρότερον ἐγράψαμεν | |
| διδόντες αὐτῶι, οὐδ’ ἔτι καὶ νῦν παρειληφέναι διὰ τὸ Ἀθη- | |
| ναίωι τῶι ἐπὶ τοῦ ναυστάθμου ἐπικεχωρῆσθαι, καὶ ἠξί- | |
| 55 | ωσεν ἀντὶ μὲν τῆς Πετρίτιδος χώρας παραδειχθῆναι |
| αὐτῶι τὰ ἴσα πλέθρα, συγχωρηθῆναι δὲ καὶ ἄλλα πλέ- | |
| θρα δισχίλια, προσενέγκασθαι πρὸς ἣν ἂμ βούληται | |
| τῶμ πόλεων τῶν ἐν τῆι ἡμετέραι συμμαχίαι, καθά- | |
| περ καὶ πρότερον ἐγράψαμεν· ὁρῶντες οὖν αὐτὸν | |
| 60 | εὔνουν ὄντα καὶ πρόθυμον εἰς τὰ ἡμέτερα πράγμα- |
| τα βουλόμεθα πολυωρεῖν τἀνθρώπου, καὶ περὶ | |
| τούτων συγκεχωρήκαμεν· φησὶν δὲ εἶναι τῆς | |
| Πετρίτιδος χώρας τὰ συγχωρηθέντα αὐτῶι | |
| πλέθρα χίλια πεντακόσια· σύνταξον οὖν κατα- | |
| 65 | μετρῆσαι Ἀριστοδικίδηι καὶ παραδεῖξαι γῆς |
| ἐργασίμου τά τε δισχίλια καὶ πεντακόσια πλέ- | |
| θρα καὶ ἀντὶ τῶν περὶ τὴν Πέτραν ἄλλα ἐργα- | |
| σίμου χίλια πεντακόσια ἀπὸ τῆς βασιλικῆς χώ- | |
| ρας τῆς συνοριζούσης τῆι ἐν ἀρχῆι δοθείσηι | |
| 70 | αὐτῶι παρ’ ἡμῶν· ἐᾶσαι δὲ καὶ προσενέγκασθαι |
| τὴγ χώραν Ἀριστοδικίδην πρὸς ἣν ἂν βούληται | |
| πόλιν τῶν ἐν τῆι ἡμετέραι συμμαχίαι, καθά- | |
| περ καὶ ἐν τῆι πρότερον ἐπιστολῆι ἐγράψαμε[ν]· | |
| ἔρρωσο. |