1 | [ἐ]πὶ Εὐθίου ἄρχοντος ἐπὶ τῆς Ἀ[καμαντίδο]ς τρ[ίτης] |
[π]ρυτανείας, εἷ Ναυσιμένης Ναυσικύδου Χολαρ[γεὺ]- | |
[ς] ἐγραμμάτευεν· Βοιηδρομιῶνος ὀγδόει ἐπὶ δέκ[α, ἐ]- | |
[ν]άτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία κυρ[ί]- | |
5 | α· τῶν προέδ[ρ]ων ἐπεψήφιζεν Ἱερομνήμων Τεισιμάχ- |
ου ἐκ Κοίλης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλεῖ κ- | |
αὶ τῶι δήμωι· Νικήρατος Φιλέου Κεφαλῆθεν εἶπεν· ἐ- | |
πειδὴ Φιλιππίδης διατετέλεκεν ἐν παντὶ καιρῶ[ι] | |
ἀποδεικνύμενος τὴν πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀ- | |
10 | ποδημήσας πρὸς τ̣ὸν βασιλέα Λυσίμαχον πρότερόν |
τε διαλεχθεὶς τῶι βασιλεῖ ἐκόμισεν τῶι δήμωι δω- | |
ρεὰν πυρῶν μεδίμνους Ἀττικοὺς μυρίους τοὺς δια- | |
δοθέντας πᾶσιν Ἀθηναίοις ἐπ’ Εὐκτήμονος ἄρχοντ- | |
ος, διελέχθη δὲ καὶ ὑπὲρ κεραίας καὶ ἱστοῦ ὅπως ἂν | |
15 | δοθεῖ τῆι θεῶι εἰς τὰ Παναθήναια τῶι πέπλωι ἃ ἐκο- |
μίσθη ἐπ’ Εὐκτήμονος ἄρχοντος· καὶ νικήσαντος Λυ- | |
σιμάχου τοῦ βασιλέως [τὴ]ν μάχην τὴν Ἰψῶι γενομέν- | |
ην πρὸς Ἀντίγον[ον κα]ὶ Δημήτριον τοὺς μὲν τελευτ- | |
ήσαντας ἐν τῶι κ[ινδύνωι] τῶν πολιτ[ῶ]ν ἔθαψεν τοῖς | |
20 | ἑαυτοῦ ἀναλώμα[σιν, ὅσοι δ]ὲ αἰχμάλωτοι ἐγένοντο, |
ἐμφανίσας τῶι βα[σιλεῖ καὶ] λαβὼν αὐτοῖς ἄφε[σ]ιν, τ- | |
οὺς μὲν βουλομέν[ους στρατ]εύεσθαι διώικησεν ὅπ- | |
ως ἂν καταχωρισθῶσιν [ἐν] ἡγεμονίαις, τοὺς δὲ προα- | |
ιρουμένους ἀπιέναι ἀμφιέσας καὶ ἐφόδια δοὺς πα- | |
25 | ρ’ ἑαυτοῦ ἀπέστειλεν οὗ ἕκαστοι ἠβ[ο]ύλοντο πλείο- |
υς ὄντας ἢ τριακοσίους· παρειτήσατο δὲ καὶ ὅπως ἂ- | |
ν ἀφεθῶσιν καὶ ὅσοι τῶν πολιτῶν κατελήφθησαν ἐν | |
τῆι Ἀσίαι εἱργμένοι ὑπὸ Δημητρίου καὶ Ἀντ[ι]γόνο- | |
υ, καὶ τοῖς ἀεὶ περιτυνχάνουσιν Ἀθηναίων χρήσιμ- | |
30 | ος ὢν διατελεῖ καθότι ἂν ἕκαστος αὐτὸν παρακαλε- |
ῖ̣, καὶ κομισαμένου τοῦ δήμου τὴν ἐλευθερίαν διατ- | |
ετέλεκε λέγων καὶ πράττων τὰ συμφέροντα τεῖ τῆς | |
πόλεως σωτηρίαι, καὶ παρακαλῶν τὸν βασιλέα βοηθ- | |
εῖν καὶ χρήμασιν καὶ σίτωι, ὅπως ἂν διαμένει ὁ δῆμ- | |
35 | ος ἐλεύθερος ὢν καὶ τὸν Πειραιᾶ κομίσηται καὶ τὰ |
φρούρια τὴν ταχίστην, καὶ ὑπὲρ τούτων π[ά]ντων πολ- | |
λάκις μεμαρτύρηκεν αὐτῶι ὁ βασιλεὺς πρὸς τοὺς π- | |
[ρ]εσβεύοντας Ἀθηναίων πρὸς ἑαυτόν· καὶ χειροτον- | |
[ηθεὶ]ς ἀγωνοθέτης ἐπὶ Ἰσαίου ἄρχοντος ὑπήκουσε- | |
40 | [ν τῶι δ]ήμωι ἐθελοντὴς ἐκκ τῶν ἰδίων, τάς τε πατρίο- |
[υς θυσία]ς ἔθυσεν τοῖς θεοῖς ὑπὲρ τοῦ δήμου καὶ τὴ- | |
[ν ․․․8․․․․]ν ἔδωκεν πᾶσιν Ἀθηναίοις πάντας τοὺς | |
[ἀγῶνας, καὶ ἐπί]θετον ἀγῶνα κατεσκεύασεν τεῖ Δήμ- | |
[ητρι καὶ τεῖ Κόρη]ι [πρ]ῶτος ὑπόμνημα τῆς τοῦ δήμου | |
45 | [ἐλευθερίας, ἐπεμελή]θη δὲ καὶ τῶν ἄλλων ἀγώνων κα- |
[ὶ θυσιῶν ὑπὲρ τῆς πόλεω]ς, καὶ εἰς ταῦτα πάντα ἐκ τῶ- | |
[ν ἰδίων ἀναλώσας πολλὰ χρ]ήματα τὰς εὐθύνας δέδω- | |
κεν κατὰ το[ὺ]ς νόμους κα[ὶ οὐ]θὲν ὑπεναντίον πρὸ[ς δ]- | |
ημοκρατίαν οὐδεπώποτε [ἐποίησ]ε[ν ο]ὔτ[ε λόγωι οὔτ’] | |
50 | ἔργωι· ὅπως ἂν οὖν φανερὸν εἶ [πᾶσιν, ὅτι ὁ δῆμος ἐπί]- |
σταται χάριτας ἀποδιδόναι τ[οῖς εὐεργέταις ἀξί]- | |
ας ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ [τύχει δεδόχθαι τε]- | |
ῖ βουλεῖ, τοὺς προέδρους οἳ ἂν λά[χωσιν προεδρεύε]- | |
ιν εἰς τὸν δῆμον, ὅταν ἐξέλθωσιν αἱ [ἐκ τοῦ νόμου ἡμ]- | |
55 | έραι τῆς αἰτήσεως χρηματίσαι περὶ τ[ούτων εἰς τὴ]- |
ν πρώτην ἐκκλησίαν κατὰ τὸν νόμον, γνώ[μην δὲ ξυμβ]- | |
άλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ[ῆι β]- | |
ουλεῖ, ἐπαινέσαι Φιλιππίδην Φιλοκλέους Κεφαλ[ῆ]- | |
θεν ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ π[ε]- | |
60 | ρὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι αὐτ[ὸ]ν [χ]- |
ρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν σ- | |
τέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγ- | |
ῶνι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι θεά[τ]- | |
ρωι καὶ εἶναι αὐτῶι σίτησιν ἐν πρυτανείωι καὶ ἐκ- | |
65 | γόνων ἀεὶ τῶι πρεσβυτάτωι καὶ προεδρία[ν] ἐν πᾶσι |
[τ]οῖς ἀγῶσι τοῖς ἡ πόλις τίθησιν· τῆς δὲ πο[ι]ήσεως τ- | |
οῦ στεφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι | |
τοὺς ἐπὶ τῆι διοικήσει· ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι | |
70 | λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ Διονύσου, εἰς |
δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ τῆι | |
διο[ι]κήσει ΔΔ δραχμὰς [ἐκ] τῶν εἰς τὰ κατὰ ψηφίσματ- | |
α ἀναλισκομένων τῶι δήμωι. | |
73a | in corona: |
74 | ὁ δῆ[μος]. |
IG II²
657