[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 1.Jh.v.Chr. — IK 3,15
1 Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι
τῆς θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς
πανηγύρεως Μελίτειαν, θυγατέρα
Ἀπελλείους τοῦ Λυσανίου Ἰλιέως,
5 καλῶς καὶ φιλοδόξως κανηφορήσασαν
εὐσεβείας ἕνεκεν τῆς πρὸς τὴν θεάν.
Search Help
Contact Us