[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 1.Jh.v.Chr. — IK 3,12
| 1 | [Ἰ]λιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι |
| τῆς θυσίας καὶ τοῦ ἀγῶνος | |
| καὶ τῆς πανηγύρεως ἐτίμησαν | |
| Ἀγαθῆν Μηνοφίλου Ἰλιέα | |
| 5 | εἰκόνι τῇδε, προσκλήσι πρὸς τὰ ἱερὰ |
| καὶ εἰς τὰς προεδρίας αὐτὸν | |
| καὶ ἐκγόνους, μετοχῇ τῶν κοινῶν | |
| ἱερῶν καθ’ ἕκαστον ἐνιαυτόν, | |
| ἀγωνοθετήσαντα τῆς κοινῆς | |
| 10 | τῶν πόλεων πανηγύρεως |
| ἐπὶ ἔτη τρία εὐσεβῶς καὶ φιλοδόξως | |
| καὶ ἀγορανομήσαντα ὑπὸ τὰ μεγάλα | |
| [Πα]αναθήναια φιλοδόξως καὶ μεγαλομερῶς, | |
| ἐπιτελέσαντα δὲ καὶ ταυροβόλια δὶς | |
| 15 | ἐκ τῶν ἰδίων ἀπὸ πλειόνων ταύρων |
| τεσσαράκοντα ἐπισήμως τε | |
| καὶ μεγαλομερῶς καὶ ἀξίως | |
| τῆς πανηγύρεως, ἀρετῆς ἕνεκεν | |
| καὶ εὐσεβείας μὲν τῆς εἰς τὴν θεάν, | |
| 20 | εὐεργεσίας δὲ τῆς εἰς τὴν πανήγυριν. |