[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — um 306 v.Chr. — IK 3,1
| 1 | [γνώμη τῶν συνέδρω]ν· ἐπειδὴ Μαλούσιος Βακχίο[υ] |
| [Γαργαρεὺς ἀνὴρ ἀγ]αθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν τῆς Ἀθ- | |
| [ηνᾶς τῆς Ἰλιάδος] καὶ περὶ τὰς πόλεις, καὶ πρότερόν τε πολλὰ χρήσι- | |
| [μος ἐγένετο τῶι] συνεδρίωι καὶ ταῖς πόλεσιν, εἴς τε τὰ κατασκευάσμα- | |
| 5 | [τα τοῦ ἱεροῦ καὶ τῆ]ς πανηγύρεως καὶ εἰς τὰς πρεσβείας τὰς ἀποστελ- |
| λομένας καὶ ὑπὲρ] τῶν ἄλλων τῶν συμφερόντων τῆι πανηγύρει χρήματ[α] | |
| [ἔδωκεν ἄτο]κα, καὶ τὴν ἄλλην προθυμίαν ἐμ πᾶσιν τοῖς καιροῖς παρεχόμε- | |
| [νος μετὰ] πολλῆς εὐνοίας, καὶ νῦν εἴς τε τὴν πρεσβείαν τὴν ὕστερον ἀποσ- | |
| [τελλομέ]νην πρὸς Ἀντίγονον ἔδωκεν χρυσοὺς διακοσίους ἀτόκους καὶ εἰς | |
| 10 | [τὴν το]ῦ θεάτρου κατασσκευὴν χρήματα κομίσας εἰς Ἴλιον ἔδωκεν τοῖς ἐπ[ι]- |
| [στ]άταις, ὅσον ἐδέοντο, χρυσοῦς χιλίους τετρακοσίους πεντήκοντα | |
| ἀτόκους· ἐπειδὴ Μαλούσιος διατελεῖ πράττων καὶ λέγων ἀπροφα- | |
| σίστως ἐμ πᾶσι τοῖς καιροῖς τὰ συμφέροντα τῆι θεῶι καὶ ταῖς πόλεσιν, | |
| ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς συνέδροις, ἐπαινέσαι Μαλούσιον | |
| 15 | [Β]ακχίου Γαργαρέα καὶ στεφανῶσαι αὐτὸν ἐν τῶι γυμνικῶι ἀγῶνι |
| χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν χιλίων ἀρετῆς ἕνεκεν τῆς περ[ὶ] | |
| τὸ ἱερὸν καὶ τὴν πανήγυριν καὶ τὸ κοινὸν τῶν πόλεων, δεδόσθαι δὲ | |
| αὐτῶι μὲν τὴν ἀτέλειαν καθάπερ δέδοται, δεδόσθαι δὲ καὶ τοῖς ἐκ- | |
| γόνοις αὐτοῦ τὴν ἀτέλειαν, ὅ,τι ἄν πωλῶσιν ἢ ἀγοράσωσιν· τὸ δὲ ψή- | |
| 20 | φισμα τόδε ἀναγράψαντας εἰς στήλην θεῖναι εἰς τὸ ἱερὸν τῆς |
| Ἀθηνᾶς, ἐπιμεληθῆναι δὲ τοὺς Γαργαρεῖς, ὅπως ἂν εἰδῶσιν ἅπα[ντες] | |
| ὅτι ἐπίσταται τὸ κοινὸν τῶν πόλεων τοῖς οὖσιν ἀγαθοῖς ἀνδράσιν εἰς | |
| αὑτοὺς χάριν ἀποδιδόναι· γνώμη τῶν συνέδρων· ἐπειδὴ Μαλούσι[ος] | |
| ἀποστελλόντων τῶν συνέδρων πρέσβεις πρὸς τὸν βασιλέα ὑ[πὲρ] | |
| 25 | τῆς ἐλευθερίας καὶ αὐτονομίας τῶν πόλεων τῶν κοινονουσ[ῶν τοῦ] |
| ἱεροῦ καὶ τῆς πανηγύρεως ἔδωκεν ἄτοκα χρήματα τοῖς ἀποστε[λλο]- | |
| μένοις ἀγγέλοις, ὅσα ἐκέλευον οἱ σύνεδροι, παρεσκεύασεν δὲ καὶ τὰ π[ρὸς] | |
| σκηνὴν ἄτοκα χρήματα, καὶ τἆλλα δὲ προθύμως ῦπηρετε[ῖ ε]ἰς ὅ,τι ἂ[ν πα]- | |
| ρακαλῆι τὸ συνέδριον, ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς συνέδροις, ἐπα[ι]- | |
| 30 | νέσαι τε Μαλούσιον Βακχίου Γαργαρέα, ὅτι ἀνὴρ ἀγαθός ἐστιν περ[ὶ τὸ] |
| ἱερὸν τῆς Ἀθηνᾶς καὶ τὴν πανήγυριν καὶ τὸ κοινὸν τῶν πόλεων, καὶ στ[ε]- | |
| φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν χιλίων ἐν τῶι γυ- | |
| μνικῶι ἀγῶνι· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε εἰς στήλην τὴν ὑπὲ[ρ] | |
| τῶν συνεδρ<ε>ιῶν τῶν Μαλουσίου μέλλουσ[α]ν ἀνατεθήσεσθαι εἰς τὸ ἱερό[ν]· | |
| 35 | ἐπιμεληθῆναι δὲ τοὺς Γαργαρεῖς, ὅπως ἂν εἰδῶσιν ἅπαντες ὅτ[ι] |
| ἐπίσταται τὸ κοινὸν τῶν πόλεων τοῖς οὖσιν ἀγαθοῖς ἀνδράσιν εἰς αὑ- | |
| τοὺς χάριν ἀποδιδόναι· γνώμη τῶσυνέδρων· ἐπειδὴ Μαλούσιος κε- | |
| λεύει ἐπαγγεῖλαι αὐτῶι ἤδη τὸ συνέδριον, πόσων δεῖται παρ’ αὐτοῦ χρημά- | |
| των εἴς τε τὸ θέατρον καὶ εἰς τἆλλα κατασσκευάσματα καὶ εἰς τ[ὰ] | |
| 40 | ἱερὰ καὶ εἰς τὴν πρεσβείαν, καί φησι θέλεινπαρόντων τῶν συ[ν]- |
| έδρων ἤδη δοῦναι πάντα, ἀγαθῆι τύχηι, δεδό[χθαι] τοῖς συ[ν]- | |
| έδροις ἐπαγγεῖλαι Μαλουσίωι δοῦναι τοῖς ἀγωνοθέταις χρ[υσοῦς] | |
| τρισχιλίους καὶ πεντακοσίους σὺν τοῖς πέρυσι ὀφειλο[μέ]νοις ἀ[τόκοις], | |
| τοὺς δὲ ἀγωνοθέτας, οἷς μὲν ἂν αὐτοὶ χρήσων[ται, τ]ὰ δὲ ἄ[λλα χρη]- | |
| 45 | ματα θεῖναι [εἰ]ς τὸ ἱερ[ό]ν· ἂν δέ τι περιγένηται ἐ[κ]δοθέντ[ων τῶν] |
| ἔργων, ἀποδοῦναι Μ[αλο]υσίωι· γνώμη τῶν συνέδρων· [ἐπειδὴ Μα]- | |
| λούσιος [Βακ]χίου Γαργαρεὺς ἀνὴρ ἀγαθὸς ὢν διατελ[εῖ περὶ τὸ] | |
| ἱερὸν τῆς Ἀθ[ην]ᾶς τῆς Ἰλιάδος καὶ τὸ συνέδριον, δ[εδόχθαι] | |
| τοῖς συνέδρ[οι]ς, στεφανῶσαι Μαλούσιον χρυσῶι στ[εφάνωι ἀπὸ] | |
| 50 | χρυσῶ[ν] τρι[άκο]ντα· καλεῖν δὲ α[ὐτὸν καὶ] εἰς προεδρί[αν Παναθηναί]- |
| οις ἐν τοῖς ἀγῶσιν ὀνομασ[τεί· δια]μεῖναι δὲ [τὴν προεδρίαν] | |
| καὶ αὐτῶι καὶ ἐγγόνοις· τὸ δὲ ψήφ[ισμα τόδε] ἀναγράψαντα[ς τοὺς ἀγωνο]- | |
| θέτας εἰς στήλην θεῖναι εἰς τὸ [ἱ]ερὸν τῆς Ἀθηνᾶς· [γνώμη τῶν συν]- | |
| έδρων· ἐπειδὴ Μαλούσιος ἀνὴρ ἀγαθὸς ὢν διατ[ελεῖ περὶ τὸ ἱερὸν] | |
| 55 | τῆς Ἀθηνᾶς τῆς Ἰλιά[δος] καὶ τὸ κοινὸν τῶν πόλεω[ν καὶ τὴν πανήγυριν], |
| ἀγαθῆι τύχηι, δεδόχ[θαι τοῖ]ς συνέδροις, αἷς τιμαῖς [τετίμηται Μαλού]- | |
| σιος ὑπὸ τοῦ συνε[δρ]ίου, ἀναγράψαι ἑκά[στη]ν [τῶν πόλεων τῶν κοινωνου]- | |
| σῶν τοῦ ἱεροῦ κ[αὶ τῆ]ς πανηγύρεως, καὶ θεῖν[αι τὴν στήλην ὅπου ἑκάσ]- | |
| τηι νόμος ἐστ[ίν]· Σίμαλος Λαμψακην[ὸς εἶπεν· ἐπειδὴ Μαλούσιος] | |
| 60 | ὁ Γαργαρεὺς ἐ[πιμ]ελεῖται προθύ[μως — — — — — — — — — — — — — ] |
| τὰ ἀναλώμ[ατα — — — — — — — — — — — — — — — — — — — — — — — — ] | |
| πόλεσιν [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| ὅτι προθυ[μ— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| στεφα[ν— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| 65 | φαν[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ] |