[ ]
Tr.: nördl. Troas — Lampsakos (Lapseki) [Aa: Eresos od. Methymna?] — 2.Jh.v.Chr.? — IK 6,34
| 1 | [— — — — — — — — — —]αοακ[— — — — — — — — — —] |
| [— — — — — — — — — — ]το[ — — — — — — — — — —] | |
| [— —]ευς ἀπο[ — — — —]ρα[— — — —]σμ[— — — — —] | |
| [ —]νοσ[— — ψ]ηφισ[— — — —]α̣ο̣[— ]τα[ —]αι[— —] | |
| 5 | []δωλ[— ]αμμι[— —]εις ἀλλὰ κ̣αὶ[ — — — — — — —] |
| [δε]δόχθαι τῷ δάμῳ· ἐπειδὴ τῷ <δ>[άμω ψαφισσα]- | |
| [μέ]νω δικαστὰν μεταπέμψασθαι [ἐγ Λαμψά]- | |
| [κω, Λ]α̣μψακηνοί, ἔοντες ἄμμι συγγέ[νεες καὶ εὔνο]- | |
| [ο]ι, τὰμ πᾶσαν ἐπιμέλειαγ καὶ σπουδ[ὰν ποιησά]- | |
| 10 | [μ]<ε>νοι ἀπέστελλαν ἄνδρα καλὸγ κἀγα[θὸν Δα]- |
| [μ]ο̣κρέοντα Ζήνωνος, ὃς καὶ παραγενόμεν[ος ταὶς] | |
| δίκαις ἐδίκασσε, ταὶ[ς] δὲ καὶ διέλυσε ἴσως κ[αὶ δικαί]- | |
| ως καὶ κὰτ τοὶς νόμοις, ἐποιήσατο δὲ καὶ τὰν [ἐπιδα]- | |
| μίαγ καὶ καθ’ ὃγ καιρὸν ἐδίκαζε καὶ ἀφεθεὶς εὐκόσμ[ως καὶ] | |
| 15 | ἀξίως ἀμφοτέραν τᾶμ πόλιων· ἐπαινέσσαι οὖν τ[ὸν] |
| δᾶμον τὸν Λαμψακανῶγ καὶ στεφανῶσαι ἐν τῶι ἀγῶνι | |
| τῶν Ἡρακλείων, ἀναγγέλλοντος τῶ κάρυκος ὅττι· ὁ δᾶμ- | |
| ος στεφανοῖ τὸν δᾶμον τὸμ Λαμψακανῶν ἀποστέλλ- | |
| αντα δικαστὰγ καλὸγ κἀγαθὸν ἀρετᾶς ἕνεκα καὶ εὐ- | |
| 20 | νοίας τᾶς εἰς ἑαυτὸγ χρυσέῳ στεφάνῳ τῷ ἐννό- |
| [μ]ῳ· ἐπαινέσσαι δὲ καὶ τὸν δικαστὰγ καὶ στεφανῶσαι ἐν | |
| τῶι ἀγῶνι τῶν Ἡρακλείων, ἀναγγέλλοντος τῶ κάρυκος ὅτ- | |
| τι· ὁ δᾶμος στεφανοῖ τὸν ἀποσταλέντα δικαστὰν ἐκ Λαμψ- | |
| άκω Δαμοκρέοντα Ζήνωνος δικάσσαντα ταὶς δί- | |
| 25 | [κ]αις ὀρθῶς καὶ δικαίως καὶ κὰτ τοὶς νόμοις ἀρετᾶς [ἕ]- |
| νεκα καὶ εὐνοίας τᾶς εἰς ἑαυτὸν στεφάνῳ χρυσέῳ [τῷ] | |
| [ἐν]νόμῳ· τᾶς δὲ ἀναγγελί{λι}ας {²⁶ἀναγγελίας}²⁶ τῶν στεφάνων [ἐπι]- | |
| [μ]έλειαμ ποιήσασθαι τοὶστραταγοίς· ὑπάρχειν δ[ὲ τῷ] | |
| [δ]ικαστᾶ καὶ προξενίαμ παρὰ τᾷ πόλει καὶ ἔφοδον [ἐπὶ] | |
| 30 | [τ]ὰμ βολλὰγ καὶ δᾶμομ μετὰ τὸγ χρηματισμὸν |
| [τ]ὸμ περὶ τῶν ἱρῶν· δεῖξαι δὲ καὶ πρεσβεῖα ἐν τᾷ ἐκ- | |
| κ̣λ̣ησίᾳ ὅστις παραγενόμενος πρὸς Λαμψακανοὶς [τό] | |
| [τ]ε ψάφισμα ἀποδώσει καὶ ἀξιάσει ποιήσασθαι τ[ὰν ἀν]- | |
| αγγελίαν τῶν στεφάνωγ καὶ παρ’ ἑαυτοῖς ἐν το[ῖς Δι]- | |
| 35 | ονυσίοις καὶ ἵνα ἀναγραφῇ τὸ ψάφισμα τοῦτο [εἰς] |
| [σ]τάλαν λευκῶ λίθω καὶ ἀνατεθῇ ἐν τῷ ἐπιφ[ανεστά]- | |
| τῳ τόπῳ· χειροτονῆσαι δὲ ἐν τᾷ ἐκκλη[σίᾳ ἐφόδι]- | |
| ον τῷ πρεσβευτᾷ ποσσᾶν [ἁμερᾶν δεήσει — — — — ] | |
| χειροτονηθεν[ — — — — — — — — — — — — — — — — ] | |
| 40 | νος προσω[— — — — — — — — — — — — — — — — — — ] |