[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke) — 450/1 AD — EA 17 (1991) 155, 3
| 1 | τειρόμενον δάπεδόν με χρόνων ὕπο πότνα γυναικῶν |
| πατρικία Ζήνωνος ἀρηϊφίλου παράκοιτις | |
| Παυλῖνα πραπίδεσσι κεκασμένη ἠδὲ καὶ ἔργοις | |
| προφρονέως κόσμησε καὶ οὐκ ἀμέλησεν ἐμεῖο· | |
| 5 | καὶ γὰρ ἐμὴν μεγάλην ὑπὸ γήραος ὤλεσα μορφήν· |
| νῦν δὲ χάριν πινυτῆς καὶ ἀμωμήτοιο γυναικὸς | |
| κόσμοις μαρμαρέοισιν ἐπαστράπτω πολὺ μᾶλλον, | |
| ἥβης καὶ προτέρης ἐπέβην χαλεπὸν μετὰ γῆρας. |