[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke) — 450/1 AD — EA 17 (1991) 155, 3
1 τειρόμενον δάπεδόν με χρόνων ὕπο πότνα γυναικῶν
πατρικία Ζήνωνος ἀρηϊφίλου παράκοιτις
Παυλῖνα πραπίδεσσι κεκασμένη ἠδὲ καὶ ἔργοις
προφρονέως κόσμησε καὶ οὐκ ἀμέλησεν ἐμεῖο·
5 καὶ γὰρ ἐμὴν μεγάλην ὑπὸ γήραος ὤλεσα μορφήν·
νῦν δὲ χάριν πινυτῆς καὶ ἀμωμήτοιο γυναικὸς
κόσμοις μαρμαρέοισιν ἐπαστράπτω πολὺ μᾶλλον,
ἥβης καὶ προτέρης ἐπέβην χαλεπὸν μετὰ γῆρας.
Search Help