θ[εοί]. | |
Ζήνων — — — — — — — — — — — — — — — — — | |
1 | ἐπὶ Διοκλέους [ἄρχοντος ἐπὶ] τῆς ․․․7․․․ |
ίδος πρώτης π[ρυτανείας, ἧι] Ξενοφῶ[ν Νικέ]- | |
ου Ἁλαιεὺς ἐγ[ραμμάτε]υ[εν· Ἑκ]ατομβ[αιῶνο]- | |
ς ἑνδεκάτει, ἑ[νδεκάτει] τῆ[ς πρ]υτανείας· ἐκκ- | |
5 | λησία· τῶν π[ροέδρων] ἐπεψήφιζεν Λυσίας [Λ]- |
υσιμάχου ․․․8․․․․ος καὶ συμπρόεδροι· [ἔ]- | |
δοξεν τ[ῆι βουλῆι κα]ὶ τῶι δήμωι· Ἐπίχαρμ[ο]- | |
ς Καλλι[στρατίδου Κ]ολωνῆθεν εἶπεν· ἐπε- | |
ιδὴ Ζή[νων καθεστηκ]ὼς ὑπὸ τοῦ βασιλέως (32) | |
10 | Πτολ[εμαίου ἐπὶ τῶν ἀ]φράκτων εὔνους ὢν δ<ι>- |
ατε[λεῖ κοινῆι τε τῶι δ]ήμωι καὶ ἰδίαι ἑκάστω- | |
ι Ἀ[θηναίων ἐπιμελ]ούμενος οἷς ἂν περιτυ- | |
[γχάνηι καὶ λέγων κ]αὶ πράττων ἀγαθὸν ὅτι | |
[δύναται ὑπὲρ τῆς] πόλεως· ἐπιμελεῖται δὲ | |
15 | [καὶ τῆς κομιδῆς το]ῦ σίτου τῶι δήμωι ὅπως ἂ- |
[ν ἀσφαλέστατα δια]κομίζηται συναγωνιζό- | |
[μενος τῆι τοῦ δήμ]ου σωτηρίαι· ἀγαθῆι τύ[χ]- | |
[ηι δεδόχθαι τῆι βο]υλῆι τοὺς προέδρου[ς ο]- | |
[ἵτινες ἂν λάχωσι πρ]οεδρεύειν ἐν τῶι δ[ήμωι] | |
20 | [εἰς τὴν πρώτην ἐκκ]λησίαν χρηματίσ[αι πε]- |
[ρὶ τούτων, γνώμην δὲ] συμβάλλεσ[θαι τῆς βου]- | |
[λῆς εἰς τὸν δῆμον ὅ]τι δ[ο]κε[ῖ τῆι βουλῆι ․․] |
IG II²
650