SEG 12:512
[ ] Cil. — Anazarbos (Anavarza Kalesi) — 198-211 AD — AS 2 (1950) 127, 1
1 Δημήτριος δὶς Σαλαμείνιος πένταθλον·
τειμηθεὶς ὑπὸ τῶν κυρίων Αὐτοκρατόρων
ξυσταρχίαις διὰ βίου· νεικήσας τρὶς Ὀλύμπ[ια]
κατὰ τὸ ἑξῆς ἀνδρῶν στάδιον, καὶ δὶς πέν[τα]-
5 θλον, καὶ τοὺς ὑπογεγραμμένους ἀγῶνας·
ἐν Ἑλλάδι Παναθήνεα τὰ μεγάλα, Πύθια· Ἁδριάνε[ι]-
α, Κομόδεια δὶς ἐν Ἐφέσῳ· Ἴσθμια δὶς ἱερόν· ἐν Νεα-
πόλει τῆς Ἰταλίας Σεβαστά, νεικήσας τοὺς ἀπο-
γραψαμένους πζʹ· Ζμύρναν, Ἀντιόχειαν κατὰ
10 τὸ ἑξῆς τὸν Ἁδριάνειον καὶ τὸν Κομόδειον καὶ τὸν
Εὐκράτους· Ἀναζάρβου τῆς μητροπόλεως Ἁδριάνειον
ἱερὸν δίς· Ταρσὸν δίς· κοινὸν Ἀσίας νεικήσας πέμ-
πτῳ <ὅ>πλῳ {⁴ΑΠΛΩ}⁴ Ὀπτᾶτον ποιήσας αὑτῷ τετράκις
σύνδρομον· καὶ τοὺς ὑποτεταγμένους ἀγῶ-
15 νας παντὸς κλίματος τῆς οἰκουμένης ταλαντ[ιαί]-
ους καὶ ἡμιταλα[ντιαί]ους μζʹ· ὧν καὶ τὰς
πολιτείας ἔχει.
Search Help
Contact Us