[ ] Epidauria — Epidauros — ca. 192 BC
1 [πᾶσιν] μ̣ὲν χαλκὸς τετυπωμένος εἰκόνα τάνδε̣
[ἀμ]φ̣α̣ίνει· τόλμας δ’ ἔργα βροτοῖς ἀρετά·
ἀνθ’ ὧν, Τηλέμναστε, τὸν Ἀντιφάτα σε γεγῶτα
ὑέα, συνμαχίας δ’ ἔξοχον ἁγεμόνα,
5 Κρηταιεῖς ἔστασαν ἀριστεύσαντες ἐν αἰχμᾶι ——
ἐσθλοῖς γὰρ τιμᾶν τοὺς ἀγαθοὺς ὅσιον ——
σοὶ καλὸν ἄνθεμ’, ἄναξ Ἀσκλαπιέ, ταῖδ’ Ἐπιδαύρωι·
Γόρτυν ἐφ’ οἷς αὐχεῖ, τοῦδε γεγῶσα πάτρα.
                                 vacat
9 Λαβρέας #⁵⁶ Δαμοπείθεος #⁵⁶ Ἀργεῖος #⁵⁶ ἐποίησε.
Search Help
Contact Us