[ ] Att. — stoich. 24 — 299/8 — IG II² 641 Add. (pt. 1.2 p. 662)
See also:
1 [ἐπ]ὶ Ε[ὐκτήμον]ος ἄρχοντος ἐπὶ
[τ]ῆς Ἀντιγο[νίδος δ]ευτέρας πρ-
[υ]τανείας, ἧι Θεόφιλος Ξενο[φῶ]-
ντος Κεφαλῆθεν ἐγραμμάτε[υε]-
5 ν· Μεταγειτνιῶνος δεκάτει ὑσ-
τέραι, μιᾶι καὶ εἰκοστεῖ τῆς π-
ρυτανείας· ἐκκλησία· τῶν προέ-
δρων ἐπεψήφιζε Λυσίμαχος Να-
υσιστράτου Προσπάλτιος καὶ
10 συνπρόεδροι· ἔδοξεν τῶι δήμω-
ι· Φιλιππίδης Φιλομήλου Παια-
νιεὺς εἶπεν· ἐπειδὴ οἱ πρέσβε-
ις οἱ ἀποσταλέντες πρὸς τὸν β-
ασιλέα Κάσσανδρον ἀποφαίνο-
15 υσι Ποσείδιππον συναποδημή-
σαντα μεθ’ ἑαυτῶν χρήσιμον εἶ-
ναι ἑαυτοῖς ἀποδεικνύμενον
τὴν εὔνοιαν ἣν εἶχε πρὸς τὸν δ-
ῆμον τὸν Ἀθηναίων, δεδόχθαι τ-
20 ῶι δήμωι ἐπαινέσαι Ποσείδιπ-
πον Βακχίου Κοθωκίδην καὶ στ-
εφανῶσαι αὐτὸν θαλλοῦ στεφά-
νωι, ὅπως ἂν ὡς πλεῖστοι φιλοτ-
ιμῶνται χρείαν παρέχεσθαι ἐ-
25 [π]ὶ τὰ συνφέροντα τῶι δήμωι· ἀν-
αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸ-
ν γραμματέα τὸν κατὰ πρυτανε-
ίαν ἐν στήλει λιθίνει καὶ στῆ-
σαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀν-
30 αγραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ἐξεταστὴν καὶ τοὺς τριττυά-
ρχους v ΔΔ v δραχμάς.
        vacat 0.03
   pars superior coronae
Search Help
Contact Us