[ ]
Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — LBW 1458 — JHS 12.1891.230,10 — HW, Reisen 58 note 1 cf.
1 | Μάρκ[ο]ς Οὔλπ[ι]ος Κνως κατεσκεύ- |
ασεν τὴν σορὸν ἐκ τῶν ἰδίων | |
ἐπὶ τῷ τεθῆναι αὐτόν τε καὶ Σαμβάτειν | |
Δημητρίου, ἔτι καὶ Μηνᾶν Κνω καὶ Κνων | |
5 | Κνω καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα, |
ἑτέρῳ δὲ μὴ ἐξὸν εἶναι τεθῆναι. ἐὰν δὲ τις ἀποξέη | |
ἢ ἀνοίξῃ, βαλέτω ἰς τὸν θησαυρὸν τοῦ Διὸς δ(ραχμὰς) ͵α καὶ <ἰ>ς τὴ<ν> Σε- | |
λήνην καὶ εἰς τὸν Ἥλιον ἀνὰ δ(ραχμὰς) ͵α καὶ ἔνοχος ἔστω ταῖς ἀραῖς | |
καὶ τοῖς καταχθονίοις θεοῖς. |