[ ] Epidauria — Epidauros — ca. 280 BC
1 Ἴσυλλος Σωκράτευς Ἐπιδαύριος ἀνέθηκε
Ἀπόλλωνι Μαλεάται καὶ Ἀσκλαπιῶι.
(I) δᾶμος εἰς ἀριστοκρατίαν ἄνδρας αἰ προάγοι καλῶς,
αὐτὸς ἰσχυρότερος· ὀρθοῦται γὰρ ἐξ ἀνδραγαθίας.
5 αἰ δέ τις καλῶς προαχθεὶς θιγγάνοι πονηρίας
πάλιν ἐπαγκρούων, κολάζων δᾶμος ἀσφαλέστερος.
τάνδε τὰν γνώμαν τόκ’ ἦχον καὶ ἔλεγον καὶ νῦν λέγω.
εὐξάμαν ἀνγράψεν, αἴ κ’ εἰς τάνδε τὰν γνώμαν πέτη
ὁ νόμος ἁμίν, ὃν ἐπέδειξα· ἔγεντο δ’ οὐκ ἄνευ θεο͂ν.
—————
10 (II) τόνδ’ ἱαρὸν θείαι μοίραι νόμον ηὗρεν Ἴσυλλος
ἄφθιτον ἀέναον γέρας ἀθανάτοισι θεοῖσιν,
καί νιν ἅπας δᾶμος θεθμὸν θέτο πατρίδος ἀμᾶς,
χεῖρας ἀνασχόντες μακάρεσσιν ἐς οὐρανὸν εὐρύ[ν]·
οἵ κεν ἀριστεύωσι πόληος τᾶσδ’ Ἐπιδαύρου,
15 λέξασθαί τε ἄνδρας καὶ ἐπαγγεῖλαι κατὰ φυλάς,
οἷς πολιοῦχος ὑπὸ στέρνοις ἀρετά τε καὶ αἰδώς,
τοῖσιν ἐπαγγέλλεν καὶ πομπεύεν σφε κομῶντας
Φοίβωι ἄνακτι υἱῶι τε Ἀσκλαπιῶι ἰατῆρι
εἵμασιν ἐν λευκοῖσι, δάφνας στεφάνοις ποτ’ Ἀπόλλω,
20 ποὶ δ’ Ἀσκλαπιὸν ἔρνεσι ἐλαίας ἡμεροφύλλου
ἁγνῶς πομπεύειν καὶ ἐπεύχεσθαι πολιάταις
πᾶσιν ἀεὶ διδόμεν τέκνοις τ’ ἐρατὰν ὑγίειαν,
τὰν καλοκαγαθίαν τ’ Ἐπιδαυροῖ ἀεὶ ῥέπεν ἀνδρῶν
εὐνομίαν τε καὶ εἰράναν καὶ πλοῦτον ἀμεμφῆ,
25 ὥραις ἐξ ὡρᾶν νόμον ἀεὶ τόνδε σέβοντας·
οὕτω τοί κ’ ἀμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.
—————
                       vacat
27 (III) πρῶτος Μᾶλος ἔτευξεν Ἀπόλλωνος Μαλεάτα
  βωμὸν καὶ θυσίαις ἠγλάϊσεν τέμενος·
οὐδέ κε Θεσσαλίας ἐν Τρίκκηι πειραθείης
30 εἰς ἄδυτον καταβὰς Ἀσκληπιοῦ, εἰ μὴ ἀφ’ ἁγνοῦ
πρῶτον Ἀπόλλωνος βωμοῦ θύσαις Μαλεάτα.
—————
32 Ἴσυλλος Ἀστυλάϊδαι ἐπέθηκε μαντεύσασθαί οἱ
περὶ τοῦ παιᾶνος ἐν Δελφοῖς, ὃν ἐπόησε εἰς τὸν Ἀπόλ-
λωνα καὶ τὸν Ἀσκλαπιόν, ἦ λώιόν οἵ κα εἴη ἀγγρά-
35 φοντι τὸν παῖανα. ἐμάντευσε λώιόν οἵ κα εἶμεν ἀγ-
γράφοντι καὶ αὐτίκα καὶ εἰς τὸν ὕστερον χρόνον.
—————
                       vacat
37 (IV) ἱεπαιᾶνα θεὸν ἀείσατε λαοί, | ζαθέας ἐνναέται
τᾶσδ’ Ἐπιδαύρου. | ὧδε γὰρ φάτις ἐνέπουσ’ ἤλυ-
θ’ ἐς ἀκοὰς | προγόνων ἁμετέρων, ὦ Φοῖβε Ἀπόλ-
40 λων. | Ἐρατὼ Μοῦσαν πατὴρ Ζεὺς λέγεται Μά|λ[ωι]
δόμεν παράκοιτιν ὁσίοισι γάμοις. | Φλεγύας δ’, [ὃς]
πατρίδ’ Ἐπίδαυρον ἔναιεν, | θυγατέρα Μάλου γαμ{ε}-
εῖ {²⁶γαμεῖ}²⁶, τὰν Ἐρατὼ γεί|νατο μάτηρ, Κλεοφήμα δ’ ὀνομάσθη. | ἐγ
δὲ Φλεγύα γένετο, Αἴγλα δ’ ὀνομάσθη· | τόδ’ ἐπώνυμον·
45 τὸ κάλλος δὲ Κορωνὶς ἐπεκλήθη. | κατιδὼν δὲ ὁ χρυ-
σότοξος Φοῖβος ἐμ Μά|λου δόμοις παρθενίαν ὥραν
ἔλυσε·" | λεχέων δ’ ἱμεροέντων ἐπέβας, Λα|τώιε κόρε
χρυσοκόμα. | σέβομαί σε· ἐν δὲ θυώδει τεμένει τέ-
κε|τό νιν Αἴγλα, γονίμαν δ’ ἔλυσεν ὠδῖ|να Διὸς
50 παῖς μετὰ Μοιρᾶν Λάχ̣εσίς τε μαῖα ἀγαυά. | ἐπίκλη-
σιν δέ νιν Αἴγλας ματρὸς Ἀσκλα|πιὸν ὠνόμαξε
Ἀπόλλων, τὸν νόσων παύ|σ̣τορα, δωτῆρα ὑγιείας,
μέγα δώρημα βροτοῖς. | ἱεπαιάν, ἱεπαιάν, χαῖρεν̣
Ἀσκλα|πιέ, τὰν σὰν Ἐπίδαυρον ματρόπολιν αὔ|-
55 ξων, ἐναργῆ δ’ ὑγίειαν ἐπιπέμποις | φρεσὶ καὶ σώ-
μασιν ἁμοῖς· ἱεπαιάν, ἱεπαιάν.
[—————]
57 (V) καὶ τόδε σῆς ἀρετῆς, Ἀσκληπιέ, τοὖργον ἔδειξας
ἐγ κείνοισι χρόνοις, ὅκα δὴ στρατὸν ἆγε Φίλ]ππος
εἰς Σπάρτην, ἐθέλων ἀνελεῖν βασιληΐδα τιμήν.
60 τοῖς δ’ Ἀσκληπιὸς ἦ̣λθε βοαθόος ἐξ Ἐπιδαύρου,
τιμῶν Ἡρακλέος γενεάν, ἇς φείδετο ἄρα Ζεύς.
τουτάκι δ’ ἦλθε, ὅχ’ ὁ παῖς ἐκ Βουσπόρου †ἦλθεν κάμνων̣.
τῶι τύγα ποστείχοντι συνάντησας σὺν ὅπλοισιν
λαμπόμενος χρυσέοισ’, Ἀσκλαπιέ. παῖς δ’ ἐσιδών σε
65 λίσσετο χεῖρ’ ὀρέγων, ἱκέτηι μύθωι σε προσαντῶν·
"ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκληπιὲ Παιάν,
ἀλλά μ’ ἐποίκτειρον." τὺ δέ μοι τάδε ἔλεξας ἐναργῆ·
"θάρσει· καιρῶι γάρ σοι ἀφίξομαι —— ἀλλὰ μέν’ αὐτεῖ ——
τοῖς Λακεδαιμονίοις χαλεπὰς ἀπὸ κῆρας ἐρύξας,
70 οὕνεκα τοὺς Φοίβου χρησμοὺς σώιζοντι δικαίως,
οὓς μαντευσάμενος παρέταξε πόληϊ Λυκοῦργος."
ὣς ὁ μὲν ὤιχετο ἐ{ε}πὶ {²⁶ἐπὶ}²⁶ Σπάρτην. ἐμὲ δ’ ὦρσε νόημα
ἀγγεῖλαι Λακεδαιμονίοις ἐλθόντα τὸ θεῖον
πάντα μάλ’ ἑξείας· οἳ δ’ αὐδήσαντος ἄκουσαν
75 σώτειραν φήμαν, Ἀσκλαπιέ, καί σφε σάωσας.
οἳ δὲ ἐκάρυξαν πάντας ξενίαις σε δέκεσθαι,
σωτῆρα εὐρυχόρου Λακεδαίμονος ἀγκαλέοντες.
ταῦτά τοι, ὦ μέγ’ ἄριστε θεῶν, ἀνέθηκεν Ἴσυλλος
τιμ̣ῶν σὴν ἀρετήν, ὦναξ, ὥσπερ τὸ δίκαιον.
Search Help
Contact Us