[ ]
Cil. — Adana Mus. — 1st-2nd c. AD — SEG 37.1349
| 1 | Γάϊον Μηνοφίλου τὸν ἱερέα τοῦ οἴκου τῶν Σεβαστῶν |
| καὶ Βουλῆς καὶ Βουλαίας Ἑστίας Σεβαστῆς διὰ βίου, κατα- | |
| σκευάσαντα ἐκ τῶν ἰδίων τῇ πόλει τὴν κερκίδα, ἐτεί- | |
| μησεν αὐτόν τε καὶ Ἀπφίαν Δαιμένους γυναῖκα | |
| 5 | αὐτοῦ σωφροσύνης ἕνεκεν ἀνδριάσιν. |