[ ] Epidauria — Epidauros — stoich. (plerumque) — ca. 350-300 BC — cf. Addenda p.144
1       θεός.       v    τύχα [ἀγ]αθά.
[ἰά]ματα τοῦ Ἀπόλλωνος καὶ τοῦ Ἀσκλαπιοῦ.
(I) [Κλ]εὼ πένθ’ ἔτη ἐκύησε. v αὕτα πέντ’ ἐνιαυτοὺς ἤδη κυοῦσα ποὶ τὸν
[θε]ὸν ἱκέτις ἀφίκετο καὶ ἐνεκάθευδε ἐν τῶι ἀβάτωι· ὡς δὲ τάχισ-
5 [τα] ἐξῆλθε ἐξ αὐτοῦ καὶ ἐκ τοῦ ἱαροῦ ἐγένετο, κόρον ἔτεκε, ὃς εὐ-
[θ]ὺς γενόμενος αὐτὸς ἀπὸ τᾶς κράνας ἐλοῦτο καὶ ἅμα τᾶι ματρὶ
[π]εριῆρπε. τυχοῦσα δὲ τούτων ἐπὶ τὸ ἄνθεμα ἐπεγράψατο· "οὐ μέγε-
[θο]ς πίνακος θαυμαστέον, ἀλλὰ τὸ θεῖον, | πένθ’ ἔτη ὡς ἐκύησε ἐγ γασ-
τρὶ Κλεὼ βάρος, ἔστε | ἐγκατεκοιμάθη καί μιν ἔθηκε ὑγιῆ". τριέτης
10 [φο]ρά. v (II) Ἰθμονίκα Πελλανὶς ἀφίκετο εἰς τὸ ἱαρὸν ὑπὲρ γενεᾶς. ἐγ[κατα]-
[κοι]μαθεῖσα δὲ ὄψιν εἶδε· ἐδόκει αἰτεῖσθαι τὸν θεὸν κυῆσαι κό-
[ραν]. τὸν δ’ Ἀσκλαπιὸν φάμεν ἔγκυον ἐσσεῖσθαί νιν, καὶ εἴ τι ἄλλο
α[ἰτ]οῖτο, καὶ τοῦτό οἱ ἐπιτελεῖν, αὐτὰ δ’ οὐθενὸς φάμεν ἔτι ποι-
δε[ῖ]σθαι. ἔγκυος δὲ γενομένα ἐγ γαστρὶ ἐφόρει τρία ἔτη, ἔστε πα-
15 ρέβαλε ποὶ τὸν θεὸν ἱκέτις ὑπὲρ τοῦ τόκου· ἐγκατακοιμαθεῖσα
δὲ ὄψ[ι]ν εἶδε· ἐδόκει ἐπερωτῆν νιν τὸν θεόν, εἰ οὐ γένοιτο αὐτᾶι
πάντα ὅσσα αἰτήσαιτο καὶ ἔγκυος εἴη· ὑπὲρ δὲ τόκου ποιθέμεν
νιν οὐθέν, καὶ ταῦτα πυνθανομένου αὐτοῦ, εἴ τινος καὶ ἄλλου δέ-
οιτο λέγειν, ὡς ποησοῦντος καὶ τοῦτο. ἐπεὶ δὲ νῦν ὑπὲρ τούτου
20 παρείη ποτ’ αὐτὸν ἱκέτις, καὶ τοῦτό οἱ φάμεν ἐπιτελεῖν. μετὰ δὲ
τοῦτο σπουδᾶι ἐκ τοῦ ἀβάτου ἐξελθοῦσα, ὡς ἔξω τοῦ ἱαροῦ ἦς, ἔτε-
κε κόραν. v (III) ἀνὴρ τοὺς τᾶς χηρὸς δακτύλους ἀκρατεῖς ἔχων πλὰν
ἑνὸς ἀφ̣ίκετο ποὶ τὸν θεὸν ἱκέτας· θεωρῶν δὲ τοὺς ἐν τῶι ἱαρῶι
πίνακας ἀπίστει τοῖς ἰάμασιν καὶ ὑποδιέσυρε τὰ ἐπιγράμμα-
25 [τ]α. ἐγκαθ̣εύδων δὲ ὄψιν εἶδε· ἐδόκει ὑπὸ τῶι ναῶι ἀστραγαλίζον-
[τ]ος αὐτοῦ καὶ μέλλοντος βάλλειν τῶι ἀστραγάλωι, ἐπιφανέντα
[τ]ὸν θεὸν̣ ἐφαλέσθαι ἐπὶ τὰν χῆρα καὶ ἐκτεῖναί οὑ τοὺς δακτύλ-
λους· ὡς δ’ ἀποβαίη, δοκεῖν συγκάμψας τὰν χῆρα καθ’ ἕνα ἐκτείνειν
τῶν δακτ̣ύλων· ἐπεὶ δὲ πάντας ἐξευθύναι, ἐπερωτῆν νιν τὸν θεόν,
30 εἰ ἔτι ἀπ̣ιστησοῖ τοῖς ἐπιγράμμασι τοῖς ἐπὶ τῶμ πινάκων τῶν
κατὰ τὸ ἱε̣ρόν (!), αὐτὸς δ’ οὐ φάμεν. "ὅτι τοίνυν ἔμπροσθεν ἀπίστεις
αὐτο[ῖ]ς οὐκ ἐοῦσιν ἀπίστοις, τὸ λοιπὸν ἔστω τοι," φάμεν, "Ἄπιστος
ὄν̣[ομα]". ἁμέ̣ρας δὲ γενομένας ὑγιὴς ἐξῆλθε. (IV) Ἀμβροσία ἐξ Ἀθανᾶν
[A(TERO/]PT[I]LLOS. AU(/TA I(KE/TIS H)=LQE POI\ TO\N QEO/N: PERIE/RPOUSA DE\
35 [κατὰ τ]ὸ ἱα̣ρὸν τῶν ἰαμάτων τινὰ διεγέλα ὡς ἀπίθανα καὶ ἀδύνα-
[τὰ ἐόν]τα, χωλοὺς καὶ τυφλοὺ[ς] ὑγιεῖς γίνεσθαι ἐνύπνιον ἰδόν-
[τας μό]νον. ἐγκαθεύδουσα δὲ ὄψ̣ιν εἶδε· ἐδόκει οἱ ὁ θεὸς ἐπιστὰς
[εἰπεῖν], ὅτι ὑγιῆ μέν νιν ποιησοῖ, μισθὸμ μάντοι νιν δεησοῖ ἀν-
[θέμεν ε]ἰς τὸ ἱαρὸν ὗν ἀργύρεον ὑπόμναμα τᾶς ἀμαθίας. εἴπαν-
40 [τα δὲ ταῦτ]α̣ ἀνσχίσσαι οὑ τὸν ὄπτιλλον τὸν νοσοῦντα καὶ φάρμ[α]-
[κόν τι ἐγχέ]αι· ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθε. (V) παῖς ἄφωνος.
[οὗτος ἀφί]κετο εἰς τὸ ἱαρὸν ὑπὲρ φωνᾶς· ὡς δὲ προεθύσατο καὶ
[ἐπόησε τὰ] νομιζόμενα, μετὰ τοῦτο ὁ παῖς ὁ τῶι θεῶι πυρφορῶν
[ἐκέλετο, π]οὶ τὸμ πατέρα τὸν τοῦ παιδὸς ποτιβλέψας, ὑποδέκεσ-
45 [θαι αὐτὸν ἐ]νιαυτοῦ, τυχόντα ἐφ’ ἃ πάρεστι, ἀποθυσεῖν τὰ ἴατρα.
[ὁ δὲ παῖς ἐξ]απίνας "ὑποδέκομαι", ἔφα· ὁ δὲ πατὴρ ἐκπλαγεὶς πάλιν
[ἐκέλετο αὐ]τὸν εἰπεῖν· ὁ δ’ ἔλεγε πάλιν· καὶ ἐκ τούτου ὑγιὴς ἐγέ-
[νετο. (VI) Πάνδαρ]ος Θεσσαλὸς στίγματα ἔχων ἐν τῶι μετώπωι. οὗτος
[ἐγκαθεύδων ὄ]ψιν εἶδε· ἐδόκει αὐτοῦ τα[ι]νίαι καταδῆσαι τὰ στί-
50 [γματα ὁ θεὸς κα]ὶ κέλεσθαί νιν, ἐπεί [κα ἔξω] γένηται τοῦ ἀβάτου,
[ἀφελόμενον τὰ]ν ταινίαν ἀνθέμε[ν εἰ]ς̣ τὸν ν̣αόν· ἁμέρας δὲ γενο-
[μένας ἐξανέστα] καὶ ἀφήλετο τ[ὰν ται]νίαν, καὶ τ̣ὸ μὲν πρόσωπον
[κενεὸν εἶδε τῶ]ν στιγμάτω[ν, τ]ὰν δ[ὲ τ]αινίαν ἀνέθηκε εἰς τὸν να-
[όν, ἔχουσαν τὰ γρ]άμματ[α] τ̣ὰ ἐκ τοῦ μετώ̣που. (VII) Ἐχέδωρος τὰ Π̣ανδά-
55 [ρου στίγματα ἔλ]αβε ποὶ τοῖς ὑπάρχουσιν. οὗτος λαβὼν πὰρ [Παν]-
[δάρου χρήματα], ὥστ’ ἀνθέμεν τῶι θεῶι εἰς Ἐπίδαυρον ὑπὲρ αὐ[τοῦ],
[οὐκ] ἀπ̣εδίδου ταῦτα· ἐγκαθεύδων δὲ ὄψιν εἶδε· ἐδόκει οἱ ὁ θε[ὸς]
ἐπιστὰς ἐπερωτῆν νιν, εἰ ἔχοι τινὰ χρήματα πὰρ Πανδάρου ἐ[ξ Εὐ]-
θηνᾶν ἄνθεμα εἰς τὸ ἱαρόν· αὐτὸς δ’ οὐ φάμεν λελαβήκειν οὐθὲ[ν]
60 τοιοῦτον παρ’ αὐτοῦ· ἀλλ’ αἴ κα ὑγιῆ νιν ποήσαι, ἀνθησεῖν οἱ εἰκό-
να γραψάμενος· μετὰ δὲ τοῦτο τὸν θεὸν τὰν τοῦ Πανδάρου ταινί-
αν περιδῆσαι περὶ τὰ στίγματά οὑ καὶ κέλεσθαί νιν, ἐπεί κα ἐξ-
έλθηι ἐκ τοῦ ἀβάτου, ἀφελόμενον τὰν ταινίαν ἀπονίψασθαι τὸ
πρόσωπον ἀπὸ τᾶς κράνας καὶ ἐγκατοπτρίξασθαι εἰς τὸ ὕδωρ· ἁ-
65 μέρας δὲ γενομένας ἐξελθὼν ἐκ τοῦ ἀβάτου τὰν ταινίαν ἀφήλετο,
τὰ γράμματα οὐκ ἔχουσαν· ἐγκαθιδὼν δὲ εἰς τὸ ὕδωρ ἑώρη τὸ αὐτοῦ
πρόσωπον ποὶ τοῖς ἰδίοις στίγμασιν καὶ τὰ τοῦ Πανδ<ά>ρου γρά[μ]-
ματα λελαβηκός. v (VIII)  Εὐφάνης Ἐπιδαύριος παῖς. οὗτος λιθιῶν ἐνε[κά]-
θευδε· ἔδοξε δὴ αὐτῶι ὁ θεὸς ἐπιστὰς εἰπεῖν· "τί μοι δωσεῖς, αἴ τύ
70 κα ὑγιῆ ποιήσω;" αὐτὸς δὲ φάμεν "δέκ’ ἀστραγάλους". τὸν δὲ θεὸν γελά-
—————
71 σαντα φάμεν νιν παυσεῖν· ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθε.
(IX) ἀνὴρ ἀφίκετο ποὶ τὸν θεὸν ἱκέτας ἁτερόπτιλλος οὕτως, ὥστε τὰ
βλέφαρα μόνον ἔχειν, ἐνεῖμεν δ’ ἐν αὐτοῖς μηθέν, ἀλλὰ κενεὰ ε[ἶ]-
μεν ὅλως. ἔλεγον {²⁹corr. ἐγέλων}²⁹ δή τινες τ̣ῶν ἐν τῶι ἱαρῶι τὰν εὐηθίαν αὐτοῦ, τὸ
75 νομίζειν βλεψεῖσθαι ὅλως μηδεμίαν ὑπαρχὰν ἔχοντος ὀπτίλ-
λου ἀλλ’ ἢ χώραμ μόνον. ἐγκαθ̣[εύδο]ν̣τι οὖν αὐτῶι ὄψις ἐφάνη· ἐδό-
κει τὸν θεὸν ἑψῆσαί τι φά[ρμακον, ἔπε]ι̣τα διαγαγόντα τὰ βλέφα-
ρα ἐγχέαι εἰς αὐτά· ἁμέρ[ας δὲ γενομέν]ας βλέπων ἀμφοῖν ἐξῆλθε.
—————
79 (X) κώθων. v σκευοφόρος εἰ̣[ς τὸ] ἱαρ[ὸν] ἕρ̣π̣ων, ἐπεὶ ἐγένετο περὶ τὸ δε-
80 καστάδιον, κατέπετ̣ε· [ὡς δὲ] ἀνέστα, ἀνῶιξε τὸγ γυλιὸν̣ κα[ὶ ἐ]πεσκό-
πει τὰ συντετριμμένα σκ[ε]ύη· ὡς δ’ εἶδε τὸγ κώθωνα κατε[αγ]ότα,
ἐξ οὗ ὁ δεσπότας εἴθιστο [π]ίνειν, ἐλ̣υπεῖτο καὶ συνετίθει [τὰ] ὄ-
στρακα καθιζόμενος. ὁδο[ι]πόρος οὖν τις ἰδὼν αὐτόν· "τί, ὦ ἄθλιε," [ἔ]-
φα, "συντίθησι τὸγ κώθωνα [μά]ταν; τοῦτον γὰρ οὐδέ κα ὁ ἐν Ἐπιδαύ-
85 ρωι Ἀσκλαπιὸς ὑγιῆ ποῆσαι δύναιτο." ἀκούσας ταῦτα ὁ παῖς συν-
θεὶς τὰ ὄστρακα εἰς τὸγ γυλιὸν ἧρπε εἰς τὸ ἱερόν· ἐπεὶ δ’ ἀφίκε-
το, ἀνῶιξε τὸγ γυλιὸν καὶ ἐξαιρεῖ ὑγιῆ τὸγ κώθωνα γεγενημέ-
νον καὶ τῶι δεσπόται ἡρμάνευσε τὰ πραχθέντα καὶ λεχθέ{ε}ντα {²⁶λεχθέντα}²⁶· ὡ-
ς δὲ ἄκουσ’, ἀνέθηκε τῶι θεῶι τὸγ κώθωνα.  vac.
90 (XI) Αἰσχίνας ἐγκεκοιμισμένων ἤδη τῶν ἱκετᾶν ἐπὶ δένδρεόν τι ἀμ-
βὰς ὑπερέκυπτε εἰς τὸ ἄβατον. καταπετὼν οὖν ἀπὸ τοῦ δένδρεος
περὶ σκόλοπάς τινας τοὺς ὀπτίλλους ἀμφέπαισε· κακῶς δὲ δια-
κείμενος καὶ τυφλὸς γεγενημένος καθικετεύσας τὸν θεὸν ἐνε-
κάθευδε καὶ ὑγιὴς ἐγένετο.  vac.
95 (XII) Εὔιππος λόγχαν ἔτη ἐφόρησε ἓξ ἐν τᾶι γνάθωι· ἐγκοιτασθέντος
δ’ αὐτοῦ ἐξελὼν τὰν λόγχαν ὁ θεὸς εἰς τὰς χῆράς οἱ ἔδωκε· ἁμέρας
δὲ γενομένας ὑγιὴς ἐξῆρπε τὰν λόγχαν ἐν ταῖς χερσὶν ἔχων.
(XIII) ἀνὴρ Τορωναῖος δεμελέας. οὗτος ἐγκαθεύδων ἐνύπνιον εἶδε·
ἔδοξέ οἱ τὸν θεὸν τὰ στέρνα μαχαίρ̣αι ἀνσχίσσαντα τὰς δεμε-
100 λέας ἐξελεῖν καὶ δόμεν οἱ ἐς τὰς χεῖρας καὶ συνράψαι τὰ στή-
θη· ἁμέρας δὲ γενομένας ἐξῆλθε τὰ θηρία ἐν ταῖς χερσὶν ἔχων
καὶ ὑγιὴς ἐγένετο· κατέπιε δ’ αὐτὰ δολωθεὶς ὑπὸ ματρυιᾶς ἐγ κυ-
κᾶνι ἐμβεβλημένας ἐκπιών.  vac.
(XIV) ἀνὴρ ἐν αἰδοίωι λίθον. οὗτος ἐνύπνιον εἶδε· ἐδόκει παιδὶ καλῶι
105 συγγίνεσθαι, ἐξονειρώσσων δὲ τὸλ λίθον ἐγβάλλει καὶ ἀνελόμε-
νος ἐξῆλθε ἐν ταῖς χερσὶν ἔχων.  vac.
(XV) Ἑ̣ρμόδικος Λαμψακηνὸς ἀκρατὴς τοῦ σώματος. τοῦτον ἐγκαθεύ-
δοντα ἰάσατο καὶ ἐκελήσατο ἐξελθόντα λίθον ἐνεγκεῖν εἰς τὸ
ἱαρὸν ὁπόσσον δύναιτο μέγιστον· ὁ δὲ τὸμ πρὸ τοῦ ἀβάτου κείμε-
110 νον ἤνικε.  vac.
(XVI) Νικάνωρ χωλός· τούτου καθημένου παῖς τ̣ις ὕπαρ τὸν σκίπωνα ἁρ-
πάξας ἔφευγε· ὁ δὲ ἀστὰς ἐδίωκε καὶ ἐκ τούτου ὑγιὴς ἐγένετο.
(XVII) ἀνὴρ δάκτυλον ἰάθη ὑπὸ ὄφιος· οὗτος τὸν τοῦ ποδὸς δάκτυλον ὑ-
πὸ τοῦ ἀγρίου ἕλκεος δεινῶς διακείμενος μεθάμερα ὑπὸ τῶν θε-
115 ραπόντων ἐξενειχθεὶς ἐπὶ ἑδράματός τινος καθῖζ̣ε· ὕπνου δέ νιν
λαβόντος ἐν τούτωι δράκων ἐκ τοῦ ἀβάτου ἐξελθὼν τὸν δάκτυλον
ἰάσατο τᾶι γλώσσαι καὶ τοῦτο ποιήσας εἰς τὸ ἄβατον ἀνεχώρησε
πάλιν. ἐξεγερθεὶς δὲ ὡς ἦς ὑγιής, ἔφα ὄψιν ἰδεῖν, δοκεῖν νεανίσ-
κον εὐπρεπῆ τὰμ μορφὰν ἐπὶ τὸν δάκτυλον ἐπιπῆν φάρμακον.
120 (XVIII) Ἀλκέτας Ἁλικός· οὗτος τυφλὸς ἐὼν ἐνύπνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸς ποτελθὼν τοῖς δα-
κτύλοις διάγειν τὰ ὄμματα καὶ ἰδεῖν τὰ δένδρ̣η πρᾶτον τὰ ἐν τῶι ἱαρῶι. ἁμέρας δὲ γε-
νομένας ὑγιὴς ἐξῆλθε. v (XIX) Ἡραιεὺς Μυτιληναῖος· οὗτος οὐκ εἶχε ἐν τᾶι κεφαλᾶι
τρίχας, ἐν δὲ τῶι γεν̣είωι παμπόλλας. αἰσχυνόμενος δὲ̣ [ὡς] καταγελάμενος ὑπ[ὸ]
τῶν ἄλλων ἐνεκάθευδε. τὸν δὲ ὁ θεὸς χρίσας φαρμάκωι τὰν κεφαλὰν ἐπόησε
125 τρίχας ἔχειν. vac. (XX) Λύσων Ἑρμιονεὺς παῖς ἀϊδής. οὗ[τος] ὕπαρ ὑπὸ κυνὸς τῶν
κατὰ τὸ ἱαρὸν θε[ραπ]ευόμενος τοὺς ὀπτίλλους ὑγ̣[ιὴ]ς ἀπῆλθε.
Search Help