[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 [χε]τείμα Δημητρίου τοῦ Ἀθηνίωνος θυγάτηρ ζῶσα καὶ φρο[νο]ῦσα ἀρὰς τὰς
ὑπογεγραμμένας τῶδε τῶ μνημείω ἐθέμην· μηδενὶ ἐξεῖναι τῶν κληρονόμων
μου μηδὲ τῶν ἐγγόνων αὐτῶν μηδὲ ἄλλω τινὶ ἁπλῶς τρόπω μηδενὶ παρευρέσει
<μηδεμιᾶ> μηδένα τεθῆναι ἢ θεῖναί τινα νεκρὸν ἐν ταῖς οὔσαις ἐν τῶδε τῶ μνημείω ὑπερώοις
5 ἐντοιχίοις θήκαις ἔν τε τῆ ἰσιόντων τὸ μνημεῖον δεξιᾶ θήκη ἐν ἧ Δημ[ήτρι]ος ὁ πατήρ [μου κε]ῖται
μηδὲ ἐν τῆ μέση ὑπερώω θήκη ἐν ἧ [Ἀλεξ]ομένης ὁ ἀνήρ μου κεῖται, εἰς ἣν διατέταγμαι μέση[ν θήκην]
καὶ αὐτὴ τεθῆναι ἐπ[ει]δὰν τελευτήσω, ἢ ὁ παρὰ ταῦτα θείς τινα τύχοι τῶν καταχθονίων θεῶν
πάντων κεχολωμένων καὶ μήτε θάλασσα αὐτῶ πλωτὴ εἴη μήτε γῆ καρπὸν ἐνένκαι.
Search Help
Contact Us