[ ]
Cil. — Kelenderis (Aydıncık)
| 1 | ἐνθ[ά]δε κεῖτε ἀνὴρ ὧ οὔνομα Τέρτιν ἔθεντο |
| μήτηρ ἠδὲ πατὴρ ἠδ’ ἄλλοι πάντες ἑταῖροι | |
| εἰητὴρ ἀγαθὸς γνώμης καλῆς ὑποφήτης | |
| ἀνδράσιν ἠδὲ γυναιξὶν καὶ ἠϊθέοις ἐρατεινοῖς | |
| 5 | καὶ πινυτὴ Ἀμμὰς σώφρων καλὴ τοῦδε ἄκοιτις· |
| τῶν ἕνεκεν χαίροιτε καὶ εἰν Ἀίδαο δόμοισιν. | |
| μετὰ τὸ ἐντεθῆναί με Τέρτιον ἐν τῆ θήκη | |
| μηδενὶ ἐξὸν ἔστω ἕτερον σῶμα [ἐ]νθεῖναι, ἢ ἐὰν | |
| τολμήση τις ὑπεύθυνος ἔσται προστείμοις τοῖς | |
| 10 | περὶ σκυλεύσεως τάφου καθὰ καὶ διεθέμην. |